ὁρμητέον, ὅπως πρὸς μηδεμίαν ἀγεννῆ ψυχῆς ὕβριν ὦμεν ἔκδοτοι. [περὶ κοινωνίας βίου καὶ παραμονῆς. ἀρετῇ μὲν ϑαρσητέον. ὧς σώφρονι γαμετῇ, τύχῃ δ᾽ ὡς ἀστότῳ πιστευτέον ἑταίρᾳ. κρεῖττον μετὰ πενίας ἀρε- τὴν ὑποληπτέον ἢ πλοῦτον μετὰ κακίας, ὀλιγοσιτίαν μετὰ ὑγείας ἢ πολυφαγίαν μετὰ νόσου. βλαβερὰ μά- λιστα τροφῆς μὲν ἀφϑονία τῷ τὸ σῶμα, κτήσεω: δὲ τῷ τὴν ψυχὴν διακειμένῳ κακῶς. καὶ ἐπισφαλὲς καὶ ὅμοιον μαινομένῳ δοῦναι μάχαιραν καὶ μοχϑηρῷ δύνα- μιν. καϑάπερ τῷ ἐμπύῳ βέλτιον τὸ καίεσϑαι τοῦ δια- μένειν, καὶ τῷ μοχϑηρῷ τὸ τεϑνάναι τοῦ ξῆν. τῶν . κατὰ σοφίαν ϑεωρημάτων ἀπολαυστέον ἐφόσον οἷόν τε, καϑάπερ ἀμβροσίας καὶ véxvagog: ἀκήρατόν vs γὰρ τὸ ἀπ᾿ αὐτῶν ἡδὺ καὶ τὸ ϑεῖον τὸ μεγαλόψυχον T δύ- ναται [ve] ποιεῖν, καὶ εἰ μὴ ἀκφδίους, ἀιδίων ys ἐπι- στήμονας. εἰ εὐκτὸν ἡ εὐαισϑησία, μᾶλλον σπουδαστὸν ἡ φρόνησις" ἔστι γὰρ τοῦ ἐν ἡμῖν πρακτικοῦ νοῦ οἵονεί τις εὐαισϑησία᾽ δι᾽ ἣν μὲν γὰρ ἐν οἷς πάσχομεν οὐ παραισϑανόμεϑα, δι’ ἣν δὲ ἐν οἷς πράττομεν οὐ παρα- 6 sq. cf. Menandr, inc. fab. fragm. 65 (Com. Gr. IV 262 Mein.)| 8. 10 ὁμοίως ἐπισφαλὲς μαιν. — δύναμιν Stob. Flor. Il 40 MA Br. XLIII 71 SMA (lemma: II 'Ex τῶν προτρεπτικῶν εἰς φιλοσοφίαν p. φιλοσδ' M3] λόγων MA, om. Br.: XLIII Ἰαμβλιῖ 8, cum XLIII 67 cohaer. in MA) ἢ 10. 11 καϑάπερ — ξῆν Stob. Flor. XLVI 70 SMA (lemma Ἰαμβλίχου ἐκ τῶν προτρεπτ. εἰς (sic M: πρὸς À) φιλοσ. λόγων MA: Ἰαμβλῖ S).
Ἵ πρὸς] εἰς Stob. Tr. | τύχης Stobaeus; quod si verum est, scribas in proximis ἔκϑετοι |? περὶ — παραμανῆς delevit Hem- sterhusius: loco inscriptionis habenda putat K [ 4 ἀπιστητέον Cobet | 8 καὶ ἐπισφαλὲς καὶ ὅμοιον] immo ὁμοίως ἐπισφαλὲς cum Stobaeo [ 9 μοχϑηρῶ) πονηρῷ Stobaei (t. II) codex A || 10 ὑποπύῳ et κάεσϑαι Stobaeus, ubl mox οὕτω (sio MAS) xal τῷ | 14 καὶ [τὸ] ϑεῖον, καὶ μεγαλοψύχους tentabat Diels || 16 τε delevi.
e 10 IAMBLICHI, λογιξόμεϑα. καὶ τὸν ϑεὸν σεβόμεϑα κατὰ τρόπον, εἰ τὸν ἐν ἡμῖν νοῦν παραδκευάδσαιμεν πάσης κακίας ὥσπερ τινὸς κηλῖδος καϑαρόν. κοσμητέον ἱερὸν μὲν ἀναθήμασι, τὴν δὲ ψυχὴν μαϑήμασιν. ὡς πρὸ τῶν 5 μεγάλων μυστηρίων τὸ μικρὰ παραδοτέον, καὶ πρὸ φιλοσοφίας παιδείαν. ὃ μὲν τῆς γῆς καρπὸς δι᾽ ἐνι- αὐτοῦ, xo9' ἕκαστον δὲ ὥρας μόριον Ó {τῆς φιλο- σοφίας ἀποδίδοται. καϑάπερ χώρας μάλιστα ἐπιμελη- τέον τῷ τῆς ἀρίστης ἐπιτυχόντι, καὶ ψυχῆς, ὅπως τῆς 10 φύσεως ἄξιον ἐνέγκηται τὸν καρπόν.
Τοιαῦτα ἄν τις ἀπὸ τῶν ἐναργῶν γνωμικὰ ὁμοιώ- ματα παρατιϑέμενος κοινῶς ἂν εἰς φιλοσοφίαν προ- τρέψειεν.
III. Ἔστι δὲ καὶ ἄλλος τύπος γνώμαις χρώμενος 29 κ.
15 καὶ αὐτός, οὐκέτι δὲ διὰ παραβολῆς ἀντιπαρατιϑεὶς τὰς 6A. ὁμοιώσεις. ἔμμετρος καὶ ἐναρμόνιος, γνήσιος τῶν ἀν- δρῶν τούτων, ὃν ἔχομεν παρειληφότες ἐν ἄλλοις τε καὶ ἐν τοῖς Χρυσδοῖς ἔπεσιν, ὧν ὀλίγα ἄττα δείγματα παραϑετέον τὰ τοιαῦτα" 80 ταῦτα πόνει, ταῦτ᾽ ἐκμελέτα, τούτων χρὴ ἐρᾶν δε" ταῦτά 65 τῆς ϑείας ἀρετῆς εἰς ἔχνια ϑήσει.
διὰ yàp τούτων εἰς πάντα và καλὰ μαϑήματά τε καὶ ἐπιτηδεύματα προτρέπει, μήτε πόνων φείδεσϑαι οἰόμενος δεῖν, μήτε μελέτην ὑφιέναι μηδεμέαν, εἰς 85 ἔρωτά τε καὶ προϑυμίαν τῶν καλῶν διεγείρων, καὶ 8, 4 κοσμητέον — μαϑήμ.] cf. Stob. Ecl. II 81, 68 (v. II 1 καὶ delet Vitelli | 7 τῆς addidit Καὶ [ 10 ἐνέγκῃ καὶ coni. K || 18 ἅττα | 20 ταῦτ᾽ ixmo' | 24 μελέτης ὑφιέναι μηδεμιᾶς vel us- λέτην ἀφιέναι μηδεμίαν Hemsterhusius.
PROTREPTICUS (c. II. IID). 11 πάντα ταῦτα ἀνάγων εἰς τὴν τῆς ἀρετῆς ἐπιτήδευσιν οὐχ ἁπλῶς τῆς τυχούσης, ἀλλ᾽ ἥτις ἡμᾶς ἀφίστησι μὲν τῆς ἀνθρωπίνης φύσεως, ἐπὶ δὲ τὴν ϑείαν οὐσίαν καὶ τὴν γνῶσιν τῆς ϑείας ἀρετῆς καὶ τὴν κτῆσιν αὐτῆς περιάγει. ἀλλὰ μὴν εἴς ys τὴν ϑεωρητικὴν σοφίαν διὰ τούτων παρακαλεῖ" τούτων δὲ κρατήσας γνώσεαι ἀϑανάτων τε ϑεῶν ϑνητῶν v ἀνθρώπων σύστασιν, ἧ τε ἕκαστα διέρχεται T) τὲ κρατεῖται" γνώσῃ δ᾽, qj ϑέμις ἐστί, φύσιν περὶ παντὸς ὁμοίην, ὥστε 6s μήτε ἄελπτ᾽ ἐλπίζειν μήτε τι λήϑειν. τούτων γὰρ οὐκ ἔστιν ἄλλα ϑαυμασιώτερα τοῖς εὖ πεφυκόσιν εἰς τὸ παρορμᾶσϑαι γενναίως εἰς τὴν ϑεω- ρητικὴν φιλοσοφίαν. ἡ μὲν γὰρ γνῶσις τῶν ϑεῶν ἀρετή τέ ἐστι καὶ δοφία καὶ εὐδαιμονία τελεία, ποιεῖ τε ἡμᾶς τοῖς ϑεοῖς ὁμοίους, ἡ δὲ τῶν ἀνθρωπίνων ἐπιστήμη τάς τε ἀνθρωπίνας ἀρετὰς παρέχει καὶ τῶν ἡμετέρων πραγμάτων ἐμπείρους ποιεῖ, τά τε ἀπὸ τούτων ὠφέ- Aue καὶ βλαβερὰ διακρίνει, καὶ τὰ μὲν φυλάττεται τὰ δὲ περιποιεῖ, καὶ ὅλως τὴν σύστασιν ἥτις ἐστὶ τῆς ἀνθρωπίνης ξωῆς λόγῳ τε καὶ ἔργῳ καταμανϑάνει. τὸ δὲ ϑαυμασιώτατον éxsivo διδάσκεται ἀπὸ τῆς τοιαύ- της εἰδήσεως, κατὰ τί διέρχεται εὐλύτως καὶ ἀκωλύτως ἕκαστα τῶν ἐν ἡμῖν, ὅσα ἐστὶ τῆς κρείττονος μοέρας, καὶ κατὰ τί κρατεῖται καὶ κωλύεται. ὥστε δύνα- 9 9 σϑαι ῥαδίως ἐξιέναι καὶ τῶν δεσμῶν ἀπολύεσϑαι. 7 sqq. Carm. Aur. vv. 49---ὅ8.
11 ἄελπτα | 14 ϑείων Reinesius, cf. Nauck ad Vit. Pyth. p. 89, 14. Plutarch. Plac. I Prooem. (ap. Diels, Doxograph. p. 278, 12) | 16 ἀνθρώπων ex apographo Cizensi Καὶ | 18 ἐπὶ τού- τῶν coni. A.
q 19 " IAMBLICHI 'H δὲ μετὰ ταύτην γνώμη εἰς φυσιολογίαν ποιεῖται τὴν παράκλησιν καὶ πᾶσαν τὴν περὶ τὸν οὐρανὸν ϑεω- ρίαν. ἡ γὰρ τούτου φύσις ἀεί ἐστιν ὁμοία κατὰ τὴν αὐτὴν περιφορὰν ὡδαύτως περιοῦσα, ἣν ἐάν τις κατα- 5 μάϑῃ, οὔτ᾽ ἂν ἀπροσδόκητά ποτὲ προσδοκήσειεν, οὔτ᾽ ἂν ἀγνοήσειέ τι τῶν κατ᾽ ἀνάγκην αὐτῷ μελλόντων s A. συμβαίνειν. ᾿ A( δὲ ἐπὶ τούτοις γνῶμαι ἀπὸ τῆς προαιρετικῆς ἐν ἡμῖν ξωῆς ποιοῦνται τὴν παράκλησιν, οἷον 10 γνώσῃ δ᾽ ἀνθρώπους αὐϑαίρετα πήματ᾽ ἔχοντας τλήμονας.
εἰ γὰρ ἀρχαὶ τῶν πράξεών εἰσιν oí ἄνθρωποι, καὶ 538 Κ. δύναμιν ἔχουσιν ἐξ ἑαυτῶν οἰχείαν εἰς αἵρεσιν τῶν ἀγαϑῶν καὶ φυγὴν τῶν κακῶν, ὁ μὴ χρώμενος ταύτῃ 15 τῇ δυνάμει τῶν δοθέντων ἐκ φύσεως αὐτῷ πλεον- εχτημάτων ἐστὶν ἀνάξιος. οὐδὲν οὖν ἄλλο λέγει ἢ τοῦτο, ὅτι ἡμεῖς τὸν δαίμονα αἱρούμεϑα, καὶ ὅτι αὐτοὶ ἑαυτοῖς ἐσμεν ἐν τύχης τάξει καὶ δαίμονος, καὶ ὅτι εὐδαίμονας αὐτοὶ ξαυτοὺς παρασδκευάξομεν' ὃ πρὸς 20 μόνον τὸ καλὸν προτρέπει καὶ τὴν τούτου τιμὴν δι᾽ ἑαυτὸ αἱρετὴν ἐπιδείκνυσι.
Παραπλήσια δὲ τούτῳ καὶ τὰ τοιαῦτά ἐστιν" 10 sq. Carm. Aur. vv. 64 sq.
4 περιιοῦσα À: περιιοῦσαν (cf. Plat. Theaet. p. 153 C) Hemsterhusius: vel hoc vel (xol) κατὰ scripserit K. servandam duxi atticam verbi περιξέναι formam: cf. Voemel ad Demosth. IV 10 (Thuc. 1, 30, 3. Xen. Hell. 3, 2, 25), Epicurus ap. D. L. X 114 (Usener, Epicur. p. 53, 17), et comicorum loci quos comosuit lacobi in Indice dict. com. p. 832 s. v. περέειμι | ὅ οὔτ᾽ ἂν (priore loco) À: οὐ τὰ | 10 δὲ. 21 αὐτὸ Hemsterhusius: fauctor in animo habuit μόνον τὸ καλὸν καὶ δι᾿ ἑαυτὸ αἶρε- τόν᾽ K | αἱρετὴν A: ἀρετὴν.
PROTREPTICUS (c. III). 18 of τ᾿ ἀγαϑῶν πέλας ὄντων οὔτ᾽ ἐσορῶσιν οὔτε κλύουσι., λύσιν δὲ κακῶν παῦροι συνιᾶσι.
τὸ γὰρ ἐγγὺς εἶναι τἀγαϑὰ καὶ συμπεφυκέναι ἡμῶν τῇ ψυχῇ πάντων δὲ ὑπάρχειν οἰκειότατα ἡμῖν, ϑαυ- μαστῶς ἐστι προτρεπτιχά. καὶ τὸ μήτε δρᾶν μήτε ἀκούειν, ὑπὸ δὲ τῆς αἰσϑήσεως ἐπισκοτεῖσθαι, δαι- μονίως εἰς τὴν νοερὰν ξωὴν παρακαλεῖ, ὡς τοῦ νοῦ μόνου καὶ ópüvrog πάντα καὶ ἀκούοντος. ἡ δὲ ἀπαλ- λαγὴ τῶν κακῶν, ἣν ὀλίγοι καϑορῶσι, προτρέπει εἰς τὴν λύσιν τὴν ἀπὸ τοῦ σώματος καὶ τὴν ξωὴν τὴν καϑ'᾽ ἑαυτὴν τῆς ψυχῆς, ἥντινα μελέτην ϑανάτου προσαγορεύομεν.
Καὶ ἄλλος δ᾽ ἐστὶ προτρεπτικὸς τρόπος ἐφεξῆς ἀπὸ τῆς διαβολῆς τῶν κακῶν. οὐ γὰρ ἀνεκτόν ἐστι κυλινδρίοις ἐοικότας | ἄλλοτ᾽ ἐπ’ ἄλλα φέρεσϑαι, ἀπείρονα πήματ᾽ ἔχοντας.
τὸ γὰρ βίαιον καὶ ἀλόγιστον καὶ εἰκῇ φερόμενον καὶ ἄλλοτε ἀλλοῖον καὶ μάλιστα τὸ ἀπέραντον ἡ κακία παρίστησιν, ἃ δεῖ διαφερόντως φεύγειν.
Ἢ δὲ μετὰ ταῦτα γνώμη ἐστὶ τοιαύτη" λυγρὰ γὰρ συνοπαδὸς ἔρις βλάπτουσα λέληϑε σύμφυτος, ἣν οὐ δεῖ προάγειν, εἴκοντα δὲ φεύγειν.
ἐνταῦϑα καὶ τὸ διττὸν τῆς ἀνθρωπίνης φύσεως ἐπέ- δειξε, καὶ τὸ παραπεφυκὸς ἡμῖν ἀπὸ τῆς γενέσεως 2 λῦσιν et συνίασι | 15 κυλίψδροις À.
5 [url 0 15 20 14 IAMBLICHI ἀλλότριον ξῷον, ὅπερ oí μὲν zoAvxégpaAov ϑηρίον, oí δὲ ϑνητόν τι ξωῆς εἶδος, ἄλλοι δὲ φύσιν γενεσιουρ- γὸν καλοῦσιν: ἐνταῦϑα δὲ ἔριν σύμφυτον ἐπω- νόμασεν, οὐχ ὡς ἴσην τάξιν ἔχουσαν ἡμῶν πρὸς τὴν 5 κυριωτάτην ξωήν, ἀλλ᾽ ὡς συνοπαδὸν συνακολουϑοῦ- s: σαν τῇ πρεσβυτέρα ξωῇ. ταύτην δὴ οὖν παραγγέλλει φεύγειν, ἀντὶ δὲ ταύτης ἀνταλλάττεσϑαι τὴν ἄνευ ἐναντιώσεως ἑἕνοειδῇ νοερὰν ἐνέργειαν, ἥτις ἀντὶ μὲν τοῦ βλάπτειν ἀγαϑοειδής ἐστιν, ἀντὶ δὲ τοῦ ῥέπειν 10 εἰς ὄλεθρον σωτηρίας ἀρχὴν παρέχει, καὶ τὴν μὲν ἐπεισδοδιώδη καὶ δευτέραν συνεπομένην ὑπόστασιν ὡς ἀλλοτρίαν ἐκτὸς μεϑίησι, τὴν δὲ πρωτουργὸν καὶ ἀφ᾽ ἑαυτῆς καὶ ἐν ἑαυτῇ πάντα ἔχουσαν τελεωτάτην ξωὴν προδσείληφες διὰ πάντα οὖν ταῦτα ἐκείνην 1 μὲν ὡς ἐπὶ βραχύτατον συστέλλειν ἄξιον, ταύτην ὃὲ προάγειν ὡς ἐπὶ πλεῖστον καὶ οὕτως εἰς τὴν κατὰ νοῦν ξωὴν ἡ τοιαύτη προτροπὴ γέγονεν ἀνυσιμωτάτη. Πρός γε μὴν τὴν ϑείαν τελειότητα καὶ τὴν μετὰ ϑεῶν συνεπομένην ἀρίστην κατάστασιν o τοιαῦται 20 γνῶμαι παρακαλοῦσι" Ζεῦ πάτερ, ἦ πολλῶν γε κακῶν παύδειας ἅπαντας, εἰ πᾶσιν δείξεις οἵῳ τῷ δαίμονι χρῶνται.
ἀλλὰ σὺ ϑάρδει, ἐπεὶ ϑεῖον γένος ἐστὶ βροτοῖσιν.
ἐν δὴ τούτοις μία μὲν ἀρίστη παράκλησις εἰς τὴν :5 ϑείαν εὐδαιμονίαν ἡ μεμιγμένη ταῖς εὐχαῖς καὶ ἀνακλήσεσι τῶν ϑεῶν καὶ μάλιστα τοῦ βασιλέως αὐτῶν 1 πολυκ. ϑηρ.] Plat. Civit. IX p. 588 C | 21 sqq. Carm. Aur.
8 ἐπωνόμασεν scripsit K: ἐπωνόμασαν | 21 ye] τε. cf. Nauck ad h. vers. | 22 πᾶσι δεέξαις Carm. Aur.
PROTREPTICUS (c. ΠῚ). 15 Διός, δευτέρα δὲ ἡ τοῦ δοϑέντος xal συγχληρωϑέν- τος ἡμῖν ἀπὸ τῶν ϑεῶν δαίμονος δεῖξις ἐμφανὴς καὶ δι’ αὐτοῦ πάλιν πρὸς τοὺς ϑεοὺς ἀναγωγή. οὐδὲ γὰρ ἂν ἄλλως τις δυνηϑείη πρὸς τὸ ϑειότατον ἑαυτοῦ καὶ κυριώτατον τῆς οὐσίας ἀναδραμεῖν, εἰ μὴ τῷ τοιούτῳ δαίμονι ἡγεμόνι χρήσαιτο, ὃν δεῖ πάντα τὸν ἐραστὴν τῶν ϑεῶν γνησίως ἀποκαϑαίρειν. ἀφ᾽ οὗ δὴ πρώτη μὲν ἔσται κακῶν παῦλα τῶν συμπεφυκότων ἡμῖν ἀπὸ τῆς γενέσεως, ἔπειτα γνῶσις ἡμῖν ἀληϑινὴ παρέσται τῆς δαιμονίας καὶ μακαρίας ξωῆς, ὅση τίς ἐστι καὶ ὁποία᾽ μεϑ’ ἧς ἀνιόντες τὸ ἀρχηγὸν ϑεῖον γένος τῶν ἀνθρώπων κατοψόμεϑα, καὶ εἰς αὐτὸ ἐνι- δρυϑέντες τέλος ἕξομεν τοῦ προτεϑέντος ὑπὸ τῶν ϑεῶν τοῖς ἀνθρώποις μακαριωτάτου βίου.
Ἐπὶ τέλει τοίνυν πρὸς τὴν μετάστασιν τῆς ψυχῆς προτρέπει καὶ τὴν ξωὴν αὐτῆς τὴν καϑ' ἑαυτήν, καϑ' ἣν ἀπήλλακται τοῦ σώματος καὶ τῶν τῷ σώματι συν- ηρτημένων φύσεων. λέγει δὲ οὕτως" ἡνίοχον γνώμην στῆσον καϑύπερϑεν ἀρίστην, ἣν δ᾽ ἀπολείψας σῶμα ἐς αἰϑέρ᾽ ἐλεύϑερον ἔλθῃς.: ἔσσεαι ἀϑάνατος ϑεὸς ἄμβροτος, οὐκέτι ϑνητός. τὸ μὲν οὖν ἐν τῇ ἀνωτάτω τάξει τὸν ἄριστον νοῦν ἡγεμόνα προστήσασϑαι, τῆς ψυχῆς ἀκραιφνῇῆ τὴν ὁμοιότητα διασῴξει πρὸς τοὺς ϑεούς, εἰς ἣν καὶ 19 sqq. Carm. Aur. vv. 69— 71.
2 fort. καὶ (ἡ || 108q. ὅση (n ex corr.) et ὁποῖα || 18 et p. 16,3 φύρσεων οὗ φύρσιν Vitelli, cui tum vocis φύραμα usus (ex gr. Marc. Ànton. Comm.7,68 p. 94, 20 Stich.), tum alii scriptorum loci obversabantur, inprimis Plat. Phaedon. p. 66 C E. p. 184, 1 Kiessl). praeterea conferri iubet Valckenaer ad Eur. Hipp. 1114 p. 288. at cf. Phaedon. p. 67 A (infra p. 186, 16 Kiessl.)? || 23 di- stinguib post ψυχῆς.
Q mÓA οι 16 IAMBLICHI προτρέπει πρώτως" τὸ δ᾽ ἀπολιπεῖν τὸ σῶμα καὶ μεταστῆναι εἰς τὸν αἰϑέρα, μεταλλάττειν καὶ τὴν ἀνθρωπίνην φύσιν εἰς τὴν τῶν ϑεῶν καϑαρότητα A.
καὶ ἀντὶ ϑνητοῦ βίου ἀϑάνατον ξωὴν προαιρεῖσϑαι, εἰς τὴν αὐτὴν οὐσίαν τε ἀποκαϑίστασϑαι παρέχει καὶ μετὰ ϑεῶν περίοδον, ἥνπερ εἴχομεν καὶ πρότερον πρὶν ἐλϑεῖν εἰς ἀνθρώπινον εἶδος. πέφηνεν ἄρα καὶ ἡ τῶν τοιούτων παρακλήδσεων μέϑοδος εἰς ὅλα τὰ γένη τῶν ἀγαϑῶν καὶ πρὸς πάντα τὰ εἴδη τῆς βελτίονος ζωῆς ἡμᾶς προτρέπουδα.
IV. Εἰ δὲ δεῖ λοιπὸν καὶ ἐπὶ τὰς ἐσωτερικάς τε καὶ ἐπιστημονικὰς προτροπὰς ὁρμῆσαι, προχειρισώμεϑα πρώτας ἐκείνας, ὅσαι μετὰ τοῦ διδαχὴν παρέχειν τῶν κυριωτάτων καὶ πρώτων οὐσιῶν ὁμοῦ καὶ προτρέὅ πουσιν ἐπὶ τὴν ϑεολογικὴν καὶ νοερὰν αὐτῶν ἀνεύ- ρεσίν τε καὶ μάϑησιν, καὶ πρὸς τὴν πρεσβυτάτην σοφίαν παρακαλοῦσιν. ᾿Αρχύτας τοίνυν ἐν τῷ Περὶ σοφίας εὐθὺς ἀρχόμενος προτρέπει οὕτως" (τοσοῦτον 40 x. διαφέρειν σοφία ἐν πᾶσι τοῖς ἀνϑρωπίνοις 80 πράγμασιν, ὅσον ὄψις μὲν αἰσϑασίων δώματος, νόος δὲ ψυχᾶς. ἅλιος δὲ ἄστρων. ὄψις τε γὰρ ἑκαβολεστάτα καὶ πολυειδεστάτα τᾶν ἀλλᾶν αἰσϑασίων ἐντὶ καὶ νόος ὕπατος λόγω καὶ διανοίας τὸ δέον ἐπικραίνων καὶ ὄψις καὶ δύναμις τῶν τιμιωτάτων ὑπάρχων. ἅλιός ye μὰν ὀφθαλμός ἐντι καὶ ψυχὰ τῶν φύσιν ἐχόν- asa.
e 1 e μι eo to Ct 18sqq. Archytae fragmenta v. in Mullach I p. 568 sqq.
20 πράγμασιν m. rec, marg. Laur. 86, 29: σώμασιν | 23 ἐντὶ Καὶ: ἐστὶ | λόγῳ | 24 et p. 17,96 διανοίας (cl. p. 18, 1) coni. K: óia- νοία | 24 Galei (opusc. Mythol. p. 732) coniecturam ἐπικρένων improbat I. Conr. Orelli (opusc. vet. sentent. II p. 682).
PROTREPTICUS (c. III. IV). 11 tOv' ὁρῆταί ve yàg Óv αὐτῶ πάντα καὶ ytv- νῆται καὶ νοῆται, ῥιξωϑέντα xal γενναϑέντα δὲ τράφεταί τε καὶ ἀέξεται καὶ ξωπυρῆται uev αἰσϑάσιος. πάνυ ἐπιστημονικῶς ἐνταῦϑα τήν τε φύσιν καὶ ἐνέργειαν τῆς σοφίας ἐπιδείκνυσι, καὶ ἀπὸ τοῦ χρησιμωτάτην αὐτὴν εἶναι καὶ ἡγεμονικωτάτην ποιεῖται τὴν προτροπὴν ἐπὶ τὸν νοῦν καὶ τὴν ϑεωρίαν. καὶ ἄλλο δὲ ϑαυμάσιον οἷον εἰς προτροπὴν ἀγαϑὸν παρέχεται' ἀπὸ γὰρ τῶν γνωρίμων ποιεῖται τὴν ὑπό- μνησιν δι᾽ ἀναλογίας ἐναργοῦς. τὸ γὰρ ὄψιν εἶναι ὀξυτάτην τῶν αἰσϑήσεων καὶ ἀκριβεστάτην καὶ τιμιω- τάτην πᾶσι πρόδηλον, καὶ τὸ τὸν ἥλιον τῶν ἄστρων ὑπερέχειν οὐδένα λέληϑε, καὶ τὸ τὸν νοῦν τῆς ψυ- χῆς εἶναι ἐξάρχοντα ἐν ταῖς κοιναῖς ἐννοίαις προ- εἰλήφαμεν. ἀπὸ δὴ τούτων τὸ διαφέρον παραδηλοῖ τῆς σοφίας πρὸς ἅπαντα τὰ ἀνθρώπινα πράγματα γνωρίμως καὶ ἐπιστημονικῶς, ὥστε εὐμαϑὲς εἶναι τὸ ἀληϑὲς καὶ εὔληπτον τοῖς ἀκούουσι τὸ κρυπτόμενον ἐν ἀφανεῖ. πρὸς τούτοις τοίνυν καὶ ἀπὸ τῶν δια- φορῶν ἑἕκάστου ἥ τε εἴδησις τῆς σοφίας καὶ T) πρὸς αὐτὴν προτροπὴ ἀναδιδάσκεται. τοῦτο μὲν γάρ, εἰ ἡ ὄψις ἑκαβολεστάτα καὶ πολυειδεστάτα τᾶν ἀλλᾶν αἰσϑασίων ἐντί, καὶ ἡ σοφία κατὰ τὰ αὐτὰ τὰ πορρωτάτω ἀφεστηκότα ὡς παρόντα νοεῖ καὶ πάντων τῶν ὄντων τὰ εἴδη περιείληφεν ἐν ἑαυτῇ" τοῦτο δέ, εἰ ὃ νόος ὕπατος λόγω καὶ διανοίας τὸ δέον ἐπικραίνων καὶ ὄψις καὶ δύναμις τῶν τιμιω- τάτων ὑπάρχων, πάντως που καὶ ἡ σοφία ὡσαύτως 8 τε post τράφεται transposui, quod post ξωπυρῆται lege- batur; cf. ad p. 18, 9 | 15 num ἀποδηλοῖ | 28 ἐντί K: ἐστί " 24 moooo" ". IAMBLICHI PROTREPT. 2 5 0 m 5 0 m [a ὅ to 0 1 8 IAMBLICHI ὑπερέχει λόγου καὶ διανοίας xal ταῖς ἁπλουστέραις τούτων ἐπιβλητικαῖς νοήσεσι τὰ ὄντα ϑεωρεῖ, τά τε ἀγαϑὰ κρίνει ἀφ’ ἑαυτῆς καὶ ἐπιτελεῖ ἐν ἑαυτῇ, τῶν τε νοητῶν ἐστιν ὄψις καὶ δύναμις τῶν ϑειοτάτων καὶ τελειοτάτων ἐνεργειῶν ὑπάρχει" τοῦτο δ᾽ αὖ, εἰ ὃ ἥλιος ὀφϑαλμός ἐντι καὶ ψυχὰ τῶν φύσιν égóv- tOv' ὁρῆταί ve γὰρ δι’ αὐτῶ πάντα καὶ γεννῆ- ται καὶ νοῆται, διξωϑέντα καὶ γενναϑέντα ὃὲ τράφεταί τε καὶ ἀέξεται καὶ ξωπυρῆται ust 10 αἰσϑάσιος" δῆλόν που καὶ ἀπὸ τούτων γίγνεται ὡς ὀφθαλμός ἐστι καὶ ξωὴ τῶν νοερῶν ἡ σοφία, καὶ τὸ ὁδρᾶσϑαι τοῖς νοουμένοις παρέχει πᾶσι καὶ τὸ εἶναι 15 A. τοῖς οὖσι, δημιουργίας τε πάσης ἀρχηγὸς γίγνεται ἐν τῷ κόσμῳ καὶ γεννήσεως τῆς πρώτης καὶ τάξεως, καὶ 15 δὴ καὶ ἐν ἡμῖν ὡσαύτως. τὴν δὴ τοιαύτην τε καὶ τοσαύτην αἰτίαν καὶ τοσαῦτα ἀγαϑὰ παρέχουδαν ví 46K. οὐκ ἂν μετὰ μεγάλης σπουδῆς μεταϑέοι ἂν προϑύμοως, βουλόμενος τῆς ἀρίστης εὐδαιμονίας μεταλαμβάνειν; Ἢ μὲν οὖν ἀπὸ τοῦ τίμιον εἶναι τὴν σοφίαν 20 προϊοῦσα εἰς προτροπὴν ἔφοδός ἐστι τοιαύτη, ἡ δὲ ἀπὸ τοῦ ὄντως ἀνθρώπου ὑπομιμνήσκουδα τῆς ἐπὶ τὰ αὐτὰ προτροπῆς διὰ τῶν ἑξῆς ἐπιδείκνυται τῶν οὕτω λεγο- μένων. ᾿ἄνϑρωπος πάντων toov ἐπὶ πολλὸν γέγονε σοφώτατος" ϑεωρῆσαί τε γὰρ δυνατός 3 ἐντι τὰ ἐόντα καὶ ἐπιστάμαν καὶ φρόνασιν λαβὲν αὐτῶν ἁπάντων. παρὸ καὶ ἐνεχάραξε [καὶ ἐπεσημήνατο) τὸ ϑεῖον αὐτῷ τὸ τῶ παντὸς λόγω σύσταμα, ἐν ᾧ τά τε εἴδεα πάντα τῶ ex ex 7 γεννᾶται | 9 ve post τράφεται traieci; est in codice post ἀέξεται | 25 ἐντι K: ἐστι || 26 λαβὲν Gale p. 733: λάβεν || 27 xal ἐπεσημήνατο delevit Vitelli.
PROTREPTICUS (c. IV). 19 ἐόντος ἐνδέδασται καὶ ταὶ σαμασίαι [ve] τῶν ὀνυμάτων τε καὶ ῥημάτων. τοῖς μὲν yàg φϑόγ- γοις τᾶς φωνᾶς τόπος ἀφώρισται φάρυγξ καὶ στόμα καὶ ῥῖνες. ὥσπερ δὲ τῶν φϑόγγων, δι᾽ ὧν τὰ ὀνύματά τε καὶ ῥήματα τυπούμενα σαμαΐί- νεται, γέγονεν ἄνθρωπος ὄργανον, οὕτω δὲ καὶ τῶν νοαμάτων ἐν τοῖς ἐόντεσσιν ὀπτιζξο- μένοις. ἔργον σοφίας τοῦτο δοκεῖ μοι ἦμεν, ποϑ’ ὅπερ καὶ γέγονε καὶ συνέστα ὃ ἄνϑρωπος καὶ ὄργανα δὲ καὶ δυνάμεις εἴλαφε παρὰ τῶ ϑεῶ. αὕτη ἡ ἔφοδος ἐπὶ τὴν προτροπὴν ἀπὸ τῆς φύσεως γέγονε τοῦ ἀνθρώπου. εἰ γὰρ σοφώτατός ἐστι καὶ ϑεωρῆσαι τὰ ὄντα δυνατός, τῆς ϑεωρητικῆς αὐτὸν xol ϑεολογικῆς σοφίας δεῖ ἀντιποιεῖσθαι" καὶ εἴπερ ἐπιστήμην καὶ φρόνησιν λαβεῖν ἁπάντων δύναμιν ἔχει παρὰ τῆς φύδεως, τὴν ἀποδεικτικὴν ἐπιστήμην αὐτὸν δεῖ μεταδιώκειν καὶ τὴν κατὰ φρόνησιν ἀρετὴν ὡς μάλιστα αὐτῷ πρέπουσαν. διότι ys μὴν ἐνετυ- πώδσατο ἐν αὐτῷ τὸ ϑεῖον τὸ τοῦ παντὸς λόγου σι 10 σύστημα, ἐν ᾧ καὶ τὰ εἴδη πάντα τῶν ὄντων καὶ αἷ 50 σημασίαν ἐνυπάρχουσι τῶν ὀνομάτων τε καὶ ῥημάτων, διὰ τοῦτο τῆς λογικῆς αὐτὸν φιλοδοφίας πάδης ἀντι- λαμβάνεσϑαι προσήκει, ἐπειδὴ οὐ τῶν σημαινομένων μόνον (διὰ τῶν φϑόγγων ὄργανον). γέγονεν ó ἄνϑρωπος, ἀλλὰ καὶ τῶν νοημάτων τῶν ἐν τοῖς οὖσι 35 1 ἐνδέδασται] cf. Eisipling ad Vit. Pyth. p. 410 (8 201) || ταὶ] ται | τε delet Καὶ || 8 τὰς φωνὰς |" ὀπτιξομένοις corrup- tum: ὀπτιξομένων Sale: ὀπτιξομένοις ϑεαρός. καὶ τοῦτο δοκεῖ (deletis ἔργον σοφίας) scripsit K | 8 σοφίας τοῦτο | 9 ποϑ᾽ ὅπερ Vulcanius: πόϑ᾽ ἅπερ | 18 ἐνετυπώσατο Vitelli: ἀνετυπώσατο i 24 διὰ τῶν φϑόγγων ὄργανον addidi: διὰ τῶν φϑόγγων μόνον γέγ. ὁ ἄνϑρ. ὄργανον coni.
9* 20 IAMBLICHI ϑεωρὸς ὑπάρχει, καὶ πρὸς τοῦτο γέγονε xal ὄργανα καὶ δυνάμεις εἴληφε παρὰ τοῦ ϑεοῦ. διὰ ταῦτα δὴ πάλιν περὶ πᾶν τὸ ὄν, d ὄν, τῆς ϑεωρητικῆς σοφίας ἐφίεσθαι αὐτὸν χρή, καὶ τὰς ἀρχὰς καὶ τὰ κριτήρια wA.
δ πάσης γνώσεως μεταϑεῖν ἐπιστημονικῶς περὶ πάντα τὰ γένη τῶν ὄντων᾽ αὐτόν τε τὸν νοῦν xa9' ἑαυτὸν καὶ τὸν καϑαρώτατον λόγον ἐπισκοπεῖσθαι ἄξιον" καὶ ὅσαι ἀπ᾿’ αὐτοῦ ἀρχαὶ ἐνδίδονται εἰς τὰ καλὰ καὶ ἀγαϑὰ τοῦ ἀνϑρωπίνου βίου, καὶ ὅσα περὶ ἀρετῶν 10 ἐπιλογιξόμεϑα καϑόλου, καὶ ὅσα περὶ μαϑημάτων ἢ ἄλλων τινῶν τεχνῶν ἢ ἐπιτηδευμάτων μανϑάνομεν, προσήκει προϑύμως ἀναδιδάδσκεσϑαι. καὶ οὕτω πρὸς 52. ὕλην τὴν φιλοσοφίαν καὶ ἡ ἀπὸ τῆς φύσεως τοῦ ἀνθρώπου ὁρμωμένη γέγονε παράκλησις.
15 Ποιεῖται δὲ καὶ ἄλλην σύμμικτον ἔφοδον ἐπὶ τὰ αὐτὰ προτρέπουσαν ὧδέ πως “γέγονε καὶ συνέστα ὃ ἄν- ϑρῶπος ποττὸ ϑεωρῆσαι τὸν λόγον τὰς τῶ ὅλω φύσιος" καὶ τᾶς cogíag ὧν ἔργον {ζκτᾶσϑαι καὶ ϑεωρὲν τὰν τῶν ἐόντων φρόνασιν. ὃ δή φαμεν 20 ἐν τούτοις σύμμικτον, ἐκεῖνό ἐστι" τῇ γὰρ ἰδίᾳ φύδει τὴν κοινὴν συνεκέρασεν, ὧς ἐχουσῶν τούτων συμφω- νίαν πρὸς ἀλλήλας. εἰ γὰρ ὅ τε λόγος τοῦ ἀνθρώπου ϑεωρητικός ἐστιν ἐν τῷ λόγῳ τᾶς τῶ ὕλω φύσιος καὶ ἡ σοφία τοῦ ἀνθρώπου κτᾶται καὶ ϑεωρεῖ τὰν $9 τῶν ἐόντων φρόνασιν, ὁμοῦ μὲν ὁμολογία οὖσα ἀποδέδεικται τῆς μεριστῆς τοῦ λόγου καὶ τῆς τοῦ ἢ ὅλου νοερᾶς φύσεως, ὁμοῦ δὲ καὶ ἡ προτροπὴ τελεωoo » 16. 19 γέγονε --- φρόνασιν Perictione ap. Stob. Flor. I 62.
8 δρμαὶ Vitelli|| 18 σοφίας ὧν scripsit Καὶ: σοφέας᾽ ὧν || wcà- σϑαι addidit K | 19 ϑέωρεν | 28 τῶ 01o Gale: τῶ λόγω.
τέρα γέγονεν. οὐ yàg ἄλλως διαβιωσόμεϑα κατὰ φύσιν, οὗ πάντες διαφερόντως ἐφιέμεϑα, ἐὰν μὴ κατὰ λόγον.
ξῶμεν τὸν θεῖον καὶ τὸν ἀνθρώπινον, οὐδὲ ἄλλῃ πῃ εὐδαιμονήδσομεν, ἐὰν μὴ κτησώμεϑα διὰ φιλοσοφίας καὶ ϑεωρήδωμεν τὴν τῶν ὄντων φρόνησιν. ἄλλη τοίνυν ἐν τούτοις τοιαύτη νοείσϑω σύμμιξις" ἐν ταὐτῷ γὰρ παρορμᾶν ἐπιχειρεῖ εἴς τε τὴν πρακτικὴν καὶ ϑεωρητικὴν φιλοσοφίαν. τὸ μὲν γὰρ κτήσασϑαι φρό- νησιν ποιητικῆς τινός ἐστι καὶ πρακτικῆς ἀρετῆς ἔργον, ἧς τέλος οὐ τὸ κατιδεῖν ἁπλῶς οὑτωσίν, ἀλλὰ τὸ προσλαβεῖν αὐτὸ διὰ τῶν ἐνεργειῶν, τό ys μὴν ϑεωρῆδσαι τοῦ θεωρητικοῦ νοῦ ἐνέργημα ὑπῆρχδ. πρὸς ἀμφότερα τοίνυν ἡ προτροπὴ δεόντως γέγονεν.
᾿Επεὶ τοίνυν μᾶλλον τὸ κοινὸν καὶ διατεῖνον ἐπὶ πάντα τῆς σοφίας ἀγαϑὸν διαφαίνεται, καὶ ἡ προτροπὴ τελεωτέρα πρὸς αὐτὸ γίγνεται διὰ τῶν τοιούτων" '& σοφία οὐ περίτι ἀφωρισμένον ἐντὶ τῶν ἐόντων, ἀλλ᾽ ἁπλῶς περὶ πάντατὰ ἐόντα, καὶ δεῖ μὴ πρώ- ταν αὐτὰν τὰς ἀρχὰς αὑτᾶς ἀνευρέσϑαι, ἀλλὰ τὰς κοινὰς τῶν éóvrov: οὕτω γὰρ ἔχει σοφία περὶ πάντα τὰ ἐόντα ὡς ὄψις περὶ πάντα τὰ ὁρατά. τὰ ὧν καϑόλω πᾶσι συμβεβακότα συνιδὲν καὶ ϑεωρὲν τᾶς σοφίας οἰκῇον, καὶ διὰ τοῦτο σοφία τὰς τῶν ἐόντων ἁπάντων ἀρχὰς ἀνευ- ρίσκει. πάλιν γὰρ ἐνταῦϑα οὐκ ἀφορίξει περί τι 16. 285 x σοφία --- ἀνευρίσκει) cf. Perictione ap. Stob. Flor. I 63.
τᾶς (vel αὐταύτας) Vitelli: αὐτὰς | 22 ὧν K: ὧν || 22 et p. 22,6 καϑῦ | συμβεβηκότα et 28 οἰκεῖον: doricas formas servavit Sto- aeus.
[o μὰ CQ 22 IAMBLICHI μέρος τὴν ἐνέργειαν αὐτῆς, ἀλλὰ κοινῇ διήκειν φησὶν ἐπὶ πάντα τὰ ὄντα, τάς τε ἀρχὰς τὰς κοινὰς τῶν ὅλων φησὶν αὐτὴν ἐπισκοπεῖν καὶ κατὰ γένη ταῦτα ϑεωρεῖν καὶ κατὰ ἁπλουστάτας ἐπιβολάς, ὥσπερ ἡ ὄψις τοῖς ὅ ὁρατοῖς ἐπιβάλλει, τούς τε καϑόλου λόγους πάντων φησὶν αὐτὴν περιέχειν, καὶ πρὸς τούτῳ ϑεωρεῖν καὶ διαλογίξεσϑαι" μόνην δὲ καὶ ἀνυπόϑετον εἶναι ἐπι- στήμην, ἅτε δὴ τῶν ὄντων πάντων τὰς ἀρχὰς ἀνευ- οἰδσκουόαν καὶ περὶ τῶν οἰκείων ἑαυτῆς ἀρχῶν δυνα- 10 μένην λόγον διδόναι. εἰς καλὸν ἄρα συμβαίνει ἡ ἔφοδος τῆς προτροπῆς εἰ γὰρ τῆς τοιαύτης δοφίας οὔτε καϑολικωτέραν οὔτε τελειοτέραν οὔτε κοινοτέραν 581. οὔτε αὐταρκεστέραν οὔτε ἀγαϑοειδεστέραν ἢ καλλίονα δυνατὸν λογισμῷ λαβεῖν, ταύτης ἐφίεσθαι χρὴ τοὺς 15 βουλομένους κατὰ λόγον καὶ νοῦν εὐδαιμονεῖν.
Ἐν τῷ τέλει τοίνυν πρὸς αὐτὸ τὸ ἀκρότατον ἄνεισιν ἡ παράκλησις ὧδέ πως" “ὅστις ὧν ἀναλῦσαι οἷός τέ 304. ἐντι πάντα τὰ γένεα ὑπὸ μίαν τε καὶ τὰν αὐτὰν ἀρχὰν καὶ πάλιν συνϑεῖναί τε καὶ συναριϑ- 8. μήσασϑαι, οὗτος δοκεῖ μοι καὶ σοφώτατος ἦμεν καὶ παναλαϑέστατος, ἔτι δὲ καὶ καλὰν σκοπιὰν εὑρηκέναι, ἀφ᾽ ἃς δυνατὸς ἐσσεῖται τὸν ϑεὸν κατοψεῖσϑαι καὶ πάντα τὰ ἐν τᾷ. συστοιχίᾳ καὶ τάξει τᾷ ἐκείνω κατακεχῶωρι- 3) ὅμένα, καὶ ταύταν ἁρματήλατον δδὸν ἐκπορι- 60K.
— M MÀ MÀ — M - 6 τοῦτο fort. recte K, nescio unde | 7 πρώτην Vitelli || 17 ὅστις ὦν] hinc novum caput (IV) in A[ τ᾽ ἐντὶ K: τέ ἐστι | 19 συναριϑμάσασϑαι coniecit Καὶ | 21 παναλαϑέστατος Gale: πανα- ληϑέστατος | 24 τάξι Mullach (II p. 33) || ἐκείνω K: ἐκείνου || 25 ταύταν τὰν K, nescio unde.
PROTREPTICUS (c. IV). 93 σάμενος τῷ νόῳ xav εὐθεῖαν δρμαϑῆμεν καὶ τελεοδρομᾶδσαι τὰς ἀρχὰς τοῖς πέρασι συν- άψαντα καὶ ἐπιγνόντα διότι ó ϑεὸς ἀρχά τε καὶ τέλος καὶ μέσον ἐντὶ πάντων τῶν κατὰ δίκαν τε καὶ τὸν ὀρθὸν λόγον περαινομένων. σαφῶς ὁ δὴ καὶ ἐν τούτοις τὸ τέλος ἐπέϑηκε τῆς ϑεολογικῆς σιροτροπῆς, μὴ ἵἴστασϑαι ἀξιῶν ἐπὶ τῶν πολλῶν ἀρχῶν καὶ πάντων τοῦ ὄντος γενῶν, ἀναλύσειν δὲ προϑυ- μούμενος ὑπὸ μίαν τε καὶ τὴν αὐτὴν ἀρχὴν τὰ πάντα, ἀπὸ δὲ τῆς μιᾶς διαιρῶν κατὰ ἀριϑμὸν ὡρισμένον τὰ 10 πλησίον τοῦ ἕνὸς καὶ οὕτως ἀεὶ τὰ πορρωτέρω ἀφι- στάμενα καὶ διιστάμενα ἐπισκοπῶν, ἕως ἂν ἐπὶ τὰ σύνϑετα καὶ ἐκ πολλῶν συνεστηκότα συναριϑμήσηται τὸ πλῆϑος" ἐπ’ ἄμφω τε οὕτω προϊὼν ἱκανὸς ἦν ἀνάγειν τε ἑαυτὸν ἀπὸ τοῦ πλήϑους ἐπὶ τὸ ὃν καὶ κατάγειν i5 ἀπὸ τοῦ ἑνὸς ἐπὶ τὸ πλῆϑος. ἐπεὶ δὲ μάλιστα ἀλη- ϑείας καὶ σοφίας ἐφιέμεϑα, προτρέπων ἐπὶ τὴν τοι- αύὐτην ἐπιστήμην σοφώτατον καὶ παναληϑέστατόν φησιν εἶναι τὸν τὴν τοιαύτην διαιρετικὴν ἔχοντα ἐπιστήμην διὰ τῶν πρώτων εἰδῶν καὶ γενῶν, συνάγοντά τε αὐτὴν 20 εἰς ἕν διὰ τῆς δριστικῆς ἐπιστήμης, τοῦ τε ἑνὸς ὄντα ϑεωρητικόν, ὅπερ τέλος ἐστὶ πάσης ϑεωρίας. καὶ τούτου δ᾽ ἔτι κυριώτερον ἀγαϑὸν ἐπήγαγε, τὸ ὥσπερ ἀπὸ σκοπιᾶς ἐντεῦϑεν δύνασϑαι τὸν ϑεὸν καϑορᾶν καὶ πάντα τὰ ἐν τῇ συστοιχίᾳ τοῦ ϑεοῦ. εἰ γὰρ πάδης 35 ἀληϑείας καὶ εὐδαιμονίας οὐσίας τε καὶ αἰτίας καὶ τῶν ἀρχῶν ὃ ϑεὸς ἐξηγεῖται, σπουδαστέον ἐν τούτῳ 2 τελεοδρομάσαι || συνάψας τε καὶ ἐπιγνοὺς Mullach: contra p. 22, 25 ἐκπορισάμενον I. Conr. Orelli (Opusc. vet. sentent. II p. 665) || 4 ἐντὶ Mullach: ἐστι | 8 malim ἀναλύειν vel, cum Scaligero, ἀναλῦσαι | 14 7 scripsit Καὶ | 20 αὐτὰ Vitelli | 25 cvozói.
24 IAMBLICHI μάλιστα ἐκείνην τὴν ἐπιστήμην κτήσασϑαι, 0v ἧς ἀτενίδσει τις αὐτὸν καϑαρὸν καὶ δι’ ἧς πλατεῖαν εὑρήσει τὴν πρὸς αὐτὸν πορείαν καὶ Óv ἧς τὰ τέλη ταῖς ἀρχαῖς συνάψει. τελεωτάτη γὰρ ἡ τοιαύτη ξωὴ καὶ εὐδαι- 5 μονία, οὐκέτι διωριόμένως τὰ τελευταῖα ἀπὸ τῶν πρώτων διακρίνουσα, ἀλλ᾽ εἰς ἕν τὰ συναμφότερα ταῦτα συλλαβοῦδα ἀρχάς τε καὶ τέλος καὶ μέσον ὁμοῦ συνέχουσα. τοιαύτη γάρ ἐστιν ἡ ϑεία αἰτέα, ἧς δεῖ ἀντέχεσθαι τοὺς μέλλοντας εὐδαιμονήσειν. οὕτω μὲν 19 οὖν ἡ προτροπὴ διὰ πάντων διεξελϑοῦσα τῶν vs ἐν 64. ἡμῖν καὶ τῶν ἐν τῇ φύδει καὶ ὡς ἔπος εἰπεῖν διὰ πάν- τῶν τῶν ὄντων, συνεκεφαλαιώδατο πάδας τὰς ἐφόδους 33 A. εἰς μίαν τὴν ἐπὶ τὸν ϑεὸν ἀνήκουσαν ἀναγωγήν.
Υ. 4εὶ δὲ λοιπὸν αὐταῖς ταῖς Πυϑαγορικαῖς διαι- 15 ρέσεσι προσχρῆσϑαι εἰς τὸ προτρέπειν. πάνυ γὰρ ἐντρεχῶς καὶ τελειότατα καὶ πρὸς τὰς ἄλλας φιλο- σοφίας ἐξηλλαγμένος οἵ κατὰ τήνδε τὴν αἵρεσιν διήρουν ἑπόμενοι ταῖς ἐκείνου διδασκαλίαις τὸν εἰς παρόρμησιν ἐπὶ φιλοσοφίαν λόγον, εὐμηχάνως ἐπιρρωννύντες καὶ 30 πιστούμενοι ἀποδείξεσιν ἐπιστημονικωτάταις μηδὲν ἀνα- χόλουϑον συναγαγούδαις. εἰσὶ δὲ τοιαῦται" Πάντες ἄνθρωποι βουλόμεϑα εὖ πράττειν, εὖ δὲ πράττομεν, εἰ ἡμῖν πολλὰ ἀγαϑὰ παρείη. ἀγαϑὰ δὲ τὰ μέν ἐστι κατὰ σῶμα, ὥστε ἱκανῶς αὐτὸ παρ- 86 εὐκευάσϑαι πρὸς τὴν κατὰ φύσιν συμμετρίαν καὶ 66κ. κρᾶσιν καὶ ῥώμην" τὰ δὲ ἐν τοῖς ἐκτός, ὥσπερ εὐγέ- veux, καὶ δυνάμεις καὶ τιμαὶ ἐν τῇ ἑαυτοῦ πατρίδι" 2 fort. τις Cel» | 16 τελειῦ ἯΙ 19 ᾿ Ἐπ ΟΡΈΘΗΡΕΙ [| 24 fort. κατὰ {τὸ σῶμα cl. Plat. 1. c. p. 279 AÀ τὰ δὲ περὶ ψυχήν, ὡς τὸ σώφρονά τε εἶναι xal δίκαιον καὶ ἀνδρεῖον, καὶ διαφερόντως τὸ σοφὸν εἶναι' uso" ὧν οὐ μικρὸν διαφέρει τὸ συνεπιλαμβάνειν καὶ τὴν εὐτυχίαν ταῖς ὀρϑαῖς πράξεσιν, ἥτοι ὑπὸ τῆς σοφίας ἐπιφερομένην, ἢ καὶ xo9' αὑτὴν ἔχουσαν ἰδίαν τινὰ 5 34. δύναμιν. ἀλλ᾽ οὐκ εὐθὺς εὐδαιμονοῦμεν διὰ τὰ παρ- όντα ἀγαϑά, εἰ μηδὲν ἡμᾶς ὠφελοῖ' ὠφελεῖ δὲ οὐδέν, εἰ εἴη μόνον ἡμῖν, χρώῴμεϑα δὲ αὐτοῖς μή. οὐδὲ γὰρ ἄλλο οὐδὲν παρὸν διὰ τὴν χτῆσιν ὠφελεῖ ἄνευ τοῦ χρῆσϑαι αὐτῷ, οὐδ᾽ εἴ τις οὖν πλοῦτον καὶ ἃ νῦν 10 δὴ ἐλέγομεν ἀγαϑὰ κεκτημένος εἴη, χρῷτο δὲ αὐτοῖς μή. οὐκ ἂν εὐδαιμονοῖ διὰ τὴν τούτων τῶν ἀγαϑῶν κτῆσιν. δεῖ ἄρα μὴ μόνον κεκτῆσθαι τὰ τοιαῦτα ἀγαϑὰ τὸν μέλλοντα εὐδαίμονα ἔσεσϑαι, ἀλλὰ καὶ χρῆσϑαι αὐτοῖς, ἢ οὐδὲν ὄφελος τῆς κτήσεως γίγνεται. 15 ἀλλ᾽ οὐδὲ τὸ χρῆσϑαι μόνον ἐξαρκεῖ, ἀλλὰ δεῖ προσ- 8 Κ, εἴναι τὸ ὀρθῶς χρῆσϑαι. πλέον γὰρ ϑάτερόν ἐστιν, ἐάν τις χρῆται μὴ ὀρθῶς ὁτῳοῦν πράγματι, ἢ ἐὰν ἐᾷ" τὸ μὲν γὰρ κακόν, τὸ δὲ οὔτε κακὸν οὔτε ἀγαϑόν. ἀλλὰ μὴν ἔν γε τῇ χρήσει τε καὶ ἐργασίᾳ πάσῃ τῇ 30 περὶ ὁτιοῦν τὸ ἀπεργαξόμενον τὸ ὀρθῶς χρῆσϑαι ém- — στήμη παρέχεται" καὶ περὶ τὴν χρείαν οὖν ὧν ἐλέγομεν τὸ πρῶτον τῶν &yoOGv, πλούτου τε καὶ ὑγιείας καὶ κάλλους. τὸ ὀρϑῶς πᾶσι χρῆσϑαι τοῖς τοιούτοις ἐπι- δτήμη ἡγουμένη καὶ κατορϑοῦσά ἐστι τὴν πρᾶξιν. οὐ 535 ᾿μόνον οὖν εὐτυχίαν, ἀλλὰ καὶ εὐπραγίαν ἡ ἐπιστήμη 4 Δ, παρέχει τοῖς ἀνθρώποις ἐν πάσῃ κτήσει ve καὶ πράξει, καὶ οὐδὲν ὄφελος τῶν ἄλλων κτημάτων ἄνευ φρονή- σεώς τε καὶ σοφίας. τί γὰρ ὄφελος κεκτῆσϑαι πολλὰ 26 IAMBLICHI καὶ πολλὰ πράττειν νοῦν μὴ ἔχοντα μᾶλλον ἢ ὀλίγα; οὐχ ὃ μὲν ἐλάττω πράττων ἐλάττω ἐξαμαρτάνει, ἐλάττω δ᾽ ἐξαμαρτάνων ἧττον ἂν κακῶς πράττοι, ἧττον δὲ κακῶς πράττων ἄϑλιος ἂν ἧττον εἴη; συγχωρεῖν ἀναγ- 5 καῖον τούτοις, καὶ ὅτι ὃ μὲν τὰ εἰρημένα ἀγαϑὰ κεκτη- μένος ἄνευ νοῦ πλείονα πράξει, ὃ δὲ τὰ ἐναντία ἔχων [τὰ κακὰ] ἐλάττονα. ἐν κεφαλαίῳ ἄρα κινδυνεύει πάντα ἃ τὸ πρῶτον ἔφαμεν ἀγαϑὰ εἶναι, οὐ περὶ τούτου αὐτοῖς Ó λόγος εἶναι, ὕπως αὐτά γε xax) 10 αὑτὰ πέφυχεν ἀγαϑὰ εἶναι, ἀλλ᾽, ὡς ἔοικεν, ὧδε ἔχει" ἐὰν μὲν αὐτῶν ἡγῆται ἀμαϑία, μείξω κακὰ εἶναι τῶν ἐναντίων, ὅσῳ δυνατώτερα ὑπηρετεῖν τῷ ἡγουμένῳ κακῷ ὄντι" ἐὰν δὲ φρόνησις καὶ σοφία, μείξω ἀγαϑά" αὐτὰ δὲ καϑ' αὑτὰ οὐδέτερα αὐτῶν οὐδενὸς ἄξια εἶναι. 15 μόνη τοίνυν ἡ μὲν σοφία ἀγαϑόν ἐστιν, ἡ δὲ ἀμαϑίέα κακόν. ἐπειδὴ τοίνυν εὐδαίμονες μὲν εἶναι προϑυμού- μεϑα πάντες, ἐφάνημεν δὲ τοιοῦτοι γιγνόμενοι ἐκ τοῦ χρῆσϑαί τε τοῖς πράγμασι καὶ ὀρϑῶς χρῆσϑαι, τὴν δὲ ὀρθότητα καὶ εὐτυχίαν ἐπιστήμη ἐστὶν ἡ παρέχουσα, 30 δεῖ δή, ὡς ἔοικεν, ἐκ παντὸς τρόπου πάντα ἄνδρα παραδκευάξεσϑαι,. ὕπως ὡς σοφώτατος ἔσται μόνον γὰρ τοῦτο τῶν ὄντων εὐδαίμονα καὶ εὐτυχῆ ποιεῖ τὸν ἄνϑρωπον. ἀναγκαῖον οὖν φιλοσοφεῖν τοῖς βουλομέ- νοις εὖ πράττειν" ἡ δὲ φιλοσοφία ὄρεξίς ἐστι καὶ κτῆ- 86 ὅις ἐπιότήμης, οὐχ ἥτις κτητικὴ μόνον ἐστὶ τῶν δο- κούντων ἀγαϑῶν, οὔϑ᾽ ἥτις ποιητικὴ αὐτῶν, χρηστικὴ δὲ οὔ. τοιαύτης οὖν δεῖ ἐπιστήμης, ἐν ἧ συμπέπτωκεν 2 sqq. cf. Trag. adesp. fr. 259, et quos ibidem locos attulit Nauck.
ἅμα τό τε ποιεῖν καὶ τὸ ἐπίστασϑαι xol χρῆσϑαι τούτῳ ὃ ἂν ποιήσῃ. εἰ τοίνυν αἱ μὲν ἄλλαι πᾶσαι ἐπιστῆμαι ϑηρευτικαί τινές εἰσι καὶ παραδσκευαστικαὶ τῶν ἀγαϑῶν, μόνη δὲ ἡ τελέα δικαιοσύνη καὶ φρόνησις τὴν κατ᾽ ἀξίαν χρῆσιν ποιοῦνται ἑκάστῳ καὶ ἀναφέρουσι ταύτην πρὸς τὸν ἡγεμόνα νοῦν, αὕτη ἂν εἴη ἧς δεῖ ἀντι- ποιεῖσϑαι. καὶ γὰρ τὸ ϑεωρεῖν καὶ κρίνειν ἐν αὑτῇ ἔχει καὶ τὰς ἀρχὰς ἔχει τῆς ὀρθῆς χρήσεως τῶν ἀγα- ϑῶν, ἧς τυχόντες καλῶς ἂν τὸν ἐπίλοιπον βίον διεξέλ- ϑοιμεν. τοιαύτη τίς ἐστιν ἡ ἐκ τῆς {πρώτης διαιρέ- σεως προτρεπτικὴ ἔφοδος.
ο΄ "δλλη δέ ἐστι παρὰ αὐτοῖς τοιαύτη διαίρεσις" ὡς ἔστι μέν τι ψυχὴ ἔστι δέ τι σῶμα ἐν ἡμῖν, καὶ τὸ μὲν ἄρχει τὸ δὲ ἄρχεται, καὶ τὸ μὲν χρῆται τὸ δ᾽ ἐστὶ τοιοῦτον οἷον ᾧ χρῆται, καὶ τὸ μὲν ϑεῖον καὶ ἀγαϑὸν καὶ οἰκειότατον ἡμῖν, τὸ δὲ ἄλλως συνηρτη- μένον ὑπουργίας τινὸς ἕνεκα καὶ χρείας ἐχόμενον τῆς εἰς τὸν κοινὸν βίον τὸν ἀνθρώπινον. δεῖ τοίνυν τοῦ ἄρχοντος μᾶλλον ἀλλὰ μὴ τοῦ ἀρχομένου, καὶ τοῦ ϑειο- τέρου καὶ οἰκειοτέρου ἡμῖν ἀλλὰ μὴ τοῦ καταδεεστέρου ἐπιμελεῖσϑαι.
Ταύτῃ δ᾽ ἐστὶ παραπλησία τοιαύτη διαίρεσις" ὡς τριχῇ τὰ ἡμέτερα πάντα διήρηται, εἴς τε ψυχὴν καὶ σῶμα καὶ τὰ τοῦ σώματος" τούτων ὃὲ τὰ μέν ἐστι πρῶτα, τὰ δὲ δεύτερα, τὰ δὲ τρίτα" καὶ προηγουμένως 98α. ἧς — διεξέλϑοιμεν)] cf. Plat. Euthyd. p. 293 A.
1 ἐπίστασϑαι ex P scripsi: ποιεῖσϑαι ( 6 ἑκάστου Vitelli | 7 ἐν ἑαυτῇ (αὑτῇ scripsi) scripsit Καὶ: ἑαυτὴν || 10 πρώτης (scil. À, quod facil errore excidit ante 4) addidit Vitelli: {ταύτης τῆς scripserat K: possis etiam ζτῆσδεν τῆς || 13 μέν τι scripsit K: μέντοι || 15 οἷον à] οἵῳ scripsit fortasse recte K.
— οι m 0 28 IAMBLICHI uiv δεῖ στοχάξεσϑαι τῶν τῆς ψυχῆς, τὰ δ᾽ ἄλλα τῆς ψυχῆς ἕνεκα πράττειν" καὶ γὰρ τοῦ σώματος ἐπιμελεῖ- ὅϑαι χρὴ ἀναφέροντας αὐτοῦ τὴν ἐπιμέλειαν ἐπὶ τὴν τῆς ψυχῆς ὑπηρεσίαν, καὶ τὰ χρήματα κτᾶσϑαι δεῖ διὰ δ τὸ σῶμα, πάντα δὲ τῆς ψυχῆς ἕνεκα διατάττειν καὶ τῶν τῆς ψυχῆς ἀρχουσῶν δυνάμεων. εἰ δὴ τοῦτο oU- τῶς ἔχει, οὐδὲν τῶν δεόντων πράττουσιν ὅσοι χρη- μάτων μὲν πέρι τὴν πᾶσαν σπουδὴν ἔχουσι, δικαιο- σύνης δὲ ἀμελοῦσι δι’ ἣν ἐπιστάμεϑα ὀρϑῶς χρῆσϑαι 10 τοῖρ χρήμασι, καὶ τοῦ μὲν ξῆν καὶ ὑγιαίνειν φροντί- Cove, τῷ σώματι, τοῦ δὲ ὀρθῶς χρῆσϑαι τῇ ξωῇ καὶ τῇ ὑγείᾳ ἀμελοῦσι, καὶ τῆς μὲν ἄλλης παιδείας ἐπιμε- λοῦνται δι’ ἣν οὐδέποτε ὁμονοητικὴν φιλίαν χτήσα- σϑαι δύνανται. τὴν δὲ τῆς ὁμονοίας ἀρχηγὸν ἐπιστή- 15 μην παρορῶσιν ἥτις διὰ φιλοσοφίας μόνης κάλλιστα παραγίγνεται, καὶ ταῖς μὲν πράξεσιν ἐπιχειροῦσι, τὸ δὲ πῶς δεῖ πράττειν ἕκαστον τῶν ἔργων οὔτε ἴσασιν οὔτε λογίέξονται.
Am ἄλλης δὲ ἀρχῆς διαιροῦσι τὰ τοιαῦτα" χωρὶς δήπουϑέν ἐστιν αὐτὸς ἕκαστος, τὸ ἑαυτοῦ, ἅ ἐστι τῶν αὑτοῦ. αὐτὸς μὲν οὖν ἕκαστός ἐστιν ἡμῶν ἡ ψυχή, τὸ δ᾽ αὑτοῦ ἐστι τὸ σῶμα καὶ τὰ τοῦ σώματος, ἃ δ᾽ ἐστὶ τῶν αὑτοῦ, τὰ χρήματά ἐστιν, ὅσα τοῦ σώματος ἕνεκα κτώμεϑα. καὶ ἐπιστῆμαι τοίνυν τρεῖς εἰσιν ἐκὶ 88 τοῖς τρισὶ τούτοις πράγμασιν. ὃ μὲν οὖν τὰ τοῦ σώματος γινώσκων, τὰ αὑτοῦ ἀλλ᾽ οὐχ αὑτὸν ἔγνωκεν.
2 Θ 4 τῇ ψυχῇ praetulerit Vitelli | 7 post ὅσοι est μη deletum | 21 αὑτοῦ K: αὐτοῦ | 28 ἐστι (xol) 0co?
ὅϑεν οἱ ἰατροὶ οὐχ ἕαυτοὺς γιγνώσκουσι καϑόσον ἰατροί, οὐδὲ oí παιδοτρῖβαι καϑόδον παιδοτρῖβαι. καὶ ὅσοι δὲ πορρωτέρω τῶν ἑαυτῶν τὰ περὶ τὸ σῶμα γιγνώσκουσιν, οἷς τοῦτο ϑεραπεύεται, ὡς oí γεωργοὶ καὶ οἱ ἄλλοι δημιουργοί, πολλοῦ δὴ δέουσιν ἑαυτοὺς γιγνώσκειν" οὐδὲ γὰρ τὰ ἑξαυτῶν οὗτοι γιγνώσκουσι. διὰ ταῦτα δὴ καὶ βάναυσοι αὗται αἴ τέχναι δοκοῦσιν εἶναι. μόνη δὲ σωφροσύνη ἐστὶν ἡ τῆς ψυχῆς γνῶσις, καὶ τῷ ὄντι ἡμετέρα ἀρετὴ μόνη ἐκείνη ὑπάρχει, ἥτις τὴν ψυχὴν βελτίονα ἀπεργάξεται. ταύτης ἄρα μάλιστα ἀντιποιεῖσϑαι ἄξιον τοὺς βουλομένους ὁμολογουμένως τῇ ἑαυτῶν οὐσίᾳ διακοσμεῖν τὸν ἑαυτῶν βίον καὶ ἑαυτοὺς ἀπεργάξεσϑαι καλοὺς καὶ ἀγαϑούς, καὶ τῷ ὄντι ἑαυτῶν ἐπιμελεῖσϑαι προαιρουμένους.
Τῆς δὲ αὐτῆς ἔχεται γνώμης καὶ ταῦτα᾽ ὡς τῶν ἡμετέρων κτημάτων μετὰ ϑεοὺς ψυχὴ ϑειότατον οἰκειό- τατόν τέ ἐστι, τὰ δ᾽ ἡμέτερα διττὰ πάντα ἐστὶ πᾶσι, τὰ μὲν κρείττω καὶ ἀμείνω δεσπόξοντα, τὰ δὲ ἥττω καὶ χείρω δοῦλα. τὰ δεσπόξοντα οὖν προτιμητέον τῶν δουλευόντων. οὕτως οὖν τὴν ψυχὴν μετὰ ϑεοὺς τῶν ἄλλων προτιμητέον πάντων᾽ τιμᾷ δὲ αὐτὴν οὐχ ὁ χείρονα ἐκ βελτίονος ἀπεργαξόμενος, οὐδ᾽ ὁ κακῶν καὶ μεταμελείας ἐμπιπλὰς αὐτήν, οὐδ᾽ ὃ φεύγων τοὺς ἐπαινουμένους πόνους καὶ φόβους καὶ ἀλγηδόνας καὶ λύπας (ἄτιμον γὰρ αὐτὴν ἀπεργάξεται ὃ τοιοῦτος), οὐδ᾽ ὁ φεύγων τὸν ϑάνατον (τὴν γὰρ λύσιν τὴν ἀπὸ τοῦ σώματος καὶ τῆς ψυχῆς τὴν καϑ᾽ ἑαυτὴν ξωὴν δυσχεραί- νοίιτο ἂν ὃ τοιοῦτος), οὐδ᾽ ὁ πρὸ ἀρετῆς προτιμῶν 3 δὲ] ye K nescio unde: cf. Plat. Alc. I p. 131 A || 10 zov.
[o to 5 30 IAMBLICHI κάλλος ἢ χρήματα (τῶν γὰρ χειρόνων οὕτω τὴν κρείτ- 29 Α. τονα ψυχὴν καταδεεστέραν ἀποφαίνει). μία τοίνυν ἔσται τιμὴ τῆς ψυχῆς ἡ κατὰ τὸν ὀρϑὸν λόγον ξωὴ καὶ sox. κατὰ νοῦν τελειότης τῆς ψυχῆς καὶ τὸ ὁμοιοῦσϑαι τοῖς ὅ οὖσιν ἀρίστοις παραδείγμασι καὶ τὸ τοῖς ἀμείνοσιν ἔπεσϑαι τὰ χείρονα, ὅσα γενέσϑαι βελτίω δύναται, καὶ τὸ φεύγειν μὲν τὸ κακόν, ἰχνεῦσαι δὲ καὶ ἑλεῖν τὸ πάντων ἄριστον, καὶ ἑλόντα αὖ κοινῇ ξυνοικεῖν τὸν ἐπίλοιπον βίον. τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ δεόντως 10 φιλοσοφεῖν, ὥστ᾽ ἐξ ἅπαντος τρόπου φιλοσοφητέον τοῖς βουλομένοις εὐδαιμονεῖν.
Τελέως δ᾽ ἂν καὶ οὕτως ἐπὶ τὸ αὐτὸ ἐκ διαιρέσεως ἐπέλθϑοιμεν. τρία τριχῇ ψυχῆς ἐν ἡμῖν εἴδη κατῴκισται, τὸ μὲν à λογιξόμεϑα, τὸ δὲ ᾧ ϑυμούμεϑα, τρίτον δὲ o 15 ἐπιϑυμοῦμεν. τυγχάνει δ᾽ ἕκαστον αὐτῶν κινήσεις ἔχον" τὸ μὲν οὖν αὐτῶν ἐν ἀργίᾳ διάγον καὶ τῶν ἕαυτοῦ κινήσεων ἡσυχίαν ἄγον ἀσϑενέστατον ἀνάγκη γίγνεσϑαι, τὸ δὲ ἐν γυμνασίοις ἐρρωμενέστατον' διὸ φυλακτέον, ὅπως ἂν ἔχωσι τὰς κινήδεις πρὸς ἀλλήλας συμμέτρους.
0) διαφερόντως δὲ δὴ τὸ κυριώτατον τῆς ψυχῆς εἶδος, ὅπερ δαίμονα ὃ ϑεὸς ἑκάστῳ δέδωκε καὶ ὅπερ ἀπὸ γῆς 93K. ἡμᾶς αἴρει πρὸς τὴν ἐν οὐρανῷ ξυγγένειαν ὡς ὄντας φυτὸν οὐκ ἔγγειον, ἀλλ᾽’ οὐράνιον, τοῦτο δὴ μάλιστα 30. ἀσκητέον. τῷ μὲν γὰρ περὶ τὰς ἐπιϑυμίας ἢ περὶ 985 φιλονεικίας ἐσπουδακότι καὶ ταῦτα σφόδρα διαπονοῦντι πάντα τὰ δόγματα ἀνάγκη ϑνητὰ ἐγγεγονέναι. καὶ παντάπασι καϑόδσον μάλιστα δυνατὸν γίγνεσϑαι ϑνητῷ, τούτου μηδὲ σμικρὸν ἐλλείπειν, ἅτε τὸ τοιοῦτον ηὐξηκότι" τῷ δὲ περὶ φιλομάϑειαν καὶ περὶ τὰς τῆς ἀλη- ϑείας φρονήσεις ἐσπουδακότι καὶ ταῦτα μάλιστα τῶν αὑτοῦ γεγυμνασμένῳ, φρονεῖν μὲν ἀθάνατα καὶ sto, ἄνπερ ἀληϑείας ἐφάπτηται, πᾶσα ἀνάγκη xov, καϑόδον δ᾽ αὖ μετασχεῖν ἀνθρωπίνῃ φύσει ἀϑανασίας ἐνδέχεται, τούτου μηδὲν μέρος ἀπολείπειν, ἅτε δὴ ἀεὶ ϑεραπευ- οντα τὸ ϑεῖον ἔχοντά τε αὐτὸν εὖ κεκοσμημένον τὸν δαίμονα ξύνοικον ἑαυτῷ, διαφερόντως εὐδαίμονα εἶναι. ϑεραπεία δὲ δὴ παντὶ παντὸς μία, τὰς οἰκείας ἑκάστῳ τροφὰς καὶ κινήσεις ἀποδιδόναι" τῷ δ᾽ ἐν ἡμῖν ϑείῳ ξυγγενεῖς εἰσι κινήσεις αἴ τοῦ παντὸς διανοήσεις καὶ περιφοραί. ταύταις δὴ οὖν ξυνεπόμενον ἕκαστον δεῖ τὰς περὶ τὴν γένεσιν ἐν τῇ κεφαλῇ διεφϑαρμένας ἡμῶν περιόδους ἐξορϑοῦν, διὰ τὸ καταμανϑάνειν τὰς τοῦ παντὸς ἁρμονίας καὶ περιφοράς, τῷ κατανοουμένῳ ὃὲ τὸ χατανοοῦν ἐξομοιῶσαι κατὰ τὴν ἀρχαίαν φύσιν, ὁμοιώσαντα δὲ τέλος ἔχειν τοῦ προτεϑέντος ἀνθρώποις ὑπὸ ϑεῶν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον. οὐ γὰρ δὴ λυσιτελεῖ τὸ παντοδαπὸν ϑηρίον ὥσπερ τὴν ἐπιϑυμίαν εὐωχοῦντας ποιεῖν ἰσχυ- ρόν, οὐδὲ τὸν λέοντα οἷον τὸν ϑυμὸν καὶ τὰ περὶ τὸν λέοντα τρέφειν ἄξιον καὶ ἰσχυρὰ ποιεῖν ἐν ἡμῖν, τὸν δὲ ἄνθρωπον ὥσπερ τὸν λόγον λιμοκτονεῖν καὶ ποιεῖν ἀσϑενῆ, ὡς ἔλκεσθαι ὅπῃ ἂν ἐκείνων ὁπότερον ἄγῃ, καὶ μηδὲν ἕτερον ἑτέρῳ συνεϑίξειν μηδὲ φίλον ποιεῖν᾽ ἀλλὰ πολὺ μᾶλλον τὸν ἐν ἡμῖν ϑεῖον ἄνϑρω- πον τοῦ πολυκεφάλου ϑρέμματος ἐγκρατῇ ποιητέον, 1 φιλομάϑειαν PK: φιλομαϑείας || 8 ξυνοικὸν | £v αὐτῷ PK | 19 ταύταις] hinc novum caput (VI) in AK.
σι 39 IAMBLICHI ὅπως ἂν τὰ μὲν ἥμερα τῶν ἐπιϑυμιῶν εἴδη τρέφῃ καὶ τιϑασσεύῃ, τὰ δὲ ἄγρια ἀποκωλύῃ φύεσϑαι, σύμμαχον ποιησάμενος τὴν τοῦ ϑυμοῦ φύσιν καὶ κοινῇ πάντων κηδόμενος, φίλα ποιησάμενος ἀλλήλοις τε καὶ ἑαυτῷ, 92A 5 οὕτως αὐτὰ ϑρέψει. καὶ ὁ μὲν τοιοῦτος κατὰ πάντα ἔσται ἄριστος, ὃ δ᾽ ἐναντίος οὐδὲν ὑγιὲς ἔχει. καὶ τὸ μὲν καλὸν ἐν τῷ τοιούτῳ διαφαίνεται (ὑπὸ γὰρ τῷ ϑείῳ τὰ ϑηριώδη τῆς φύσεως ὑποτάττεται), τὸ Ó' αἰσχρὸν ἐν τῷ ἐναντίῳ᾽ ὑπὸ γὰρ τῷ ἀγρίῳ τὸ ἥμερον 10 δουλοῦται, καὶ τὸ βέλτιστον ὑπὸ τῷ μοχϑηροτάτῳ καὶ τὸ ἑαυτῷ θειότατον ὑπὸ τῷ ἀϑεωτάτῳ vs καὶ μιαρω- τάτῳ δουλοῦται καὶ ἐπὶ τῇ αὑτοῦ ψυχῇ πλημμελεῖ. καὶ μὴν τό ys ἀκολασταίνειν διὰ τὰ τοιαῦτα πάλαι 88. ψέγεται, ὅτι ἀνίεται ἐν τῷ τοιούτῳ τὸ ἐπιϑυμητικὸν 15 εἰς ἐλευϑερίαν πέρα τοῦ δέοντος. καὶ ἡ αὐθάδεια δὲ καὶ δυσκολία ψέγεται, ὅταν ὃ ϑυμὸς ἀναρμόστως αὔξηται καὶ συντείνηται. τρυφὴ δὲ ἐπὶ τῇ τοῦ αὐτοῦ ἀνέσει ψέγεται, ὅταν ἐν αὐτῷ δειλίαν ἐμποιῇ. κολακεία δὲ καὶ ἀνελευϑερία παρενοχλεῖ, ὅταν τις τὸ ϑυμοειδὲς 80 ὑπὸ τῷ ὀχλώδει ϑηρίῳ ποιῇ, καὶ ἕνεκα χρημάτων καὶ τῆς ἐκείνου ἀπληστίας προπηλακιξόμενον ἐθίξῃ ἐκ νέου ἀντὶ λέοντος πίϑηκον γίγνεσϑαι. καὶ τἄλλα δὲ ἀπὸ τούτου δῆλα ὡς ἐστὶ δεινά, ὅσα τὸ βέλτιστον ἐν ἡμῖν ss A. εἶδος ἀσϑενὲς ἀπεργάξεται. μόνως τοίνυν εὐδαιμονή-