SigPhi · Iamblichus

Protrepticus (grec original)

Page 3 of 9

85 ὅΌμὲν ὑπὸ τοῦ ϑείου καὶ φρονίμου ἀρχόμενοι. οὕτω γὰρ εἰς δύναμιν πάντες ὅμοιοι ἐσόμεϑα καὶ φίλοι τῷ 18. 15 καὶ μὴν --- δέοντος Stob. Flor. VI 41 LMA (lemma εἰς [sic M4A: ὃ rubro L] φιλοσοφίαν λόγω").

11 éevvo? PK: fort. ἐν αὑτῷ || 12 αὑτοῦ K: αὐτοῦ || 18 διὰ τὰ τοιαῦτα om. Stobaeus || 19 παρενοχλεῖ scripsit K: παρενοχλῆ.

αὐτῷ κυβερνώμενοι. δηλοῖ δὲ xol ὃ νόμος ὅτι τὸ τοιοῦτον βούλεται, πᾶσι τοῖς ἐν τῇ πόλει ξύμμαχος v: καὶ ἡ τῶν παίδων ἀρχή. τὸ μὴ ἐᾶν ἐλευϑέρους εἶναι, ἕως ἂν ἐν αὐτοῖς ὥσπερ ἐν πόλει πολιτείαν καταστή- σωμεν, καὶ τὸ βέλτιστον ϑεραπεύδαντες τῶν παρ᾽ ἡμῖν, τούτῳ ἀντικαταστήσωμεν φύλακα ὅμοιον καὶ ἄρχοντα ἐν αὐτῷ, καὶ τότε δὴ ἐλεύϑερον ἀφίεμεν. οὐχοῦν ὅ ys νοῦν ἔχων πάντα τὰ αὑτοὺ εἰς τοῦτο ξυντείνας βιώσεται, πρῶτον μὲν μαϑήματα τιμῶν ἃ τοιαύτην αὐτοῦ τὴν ψυχὴν ἀπεργάσεται, τὰ δὲ ἄλλα ἀτιμάξων, ἔπειτα τὴν τοῦ σώματος ἕξιν καὶ τροφὴν οὐχ ὕπως τῇ ϑηριώδει καὶ ἀλόγῳ ἡδονῇ ἐπιτρέψας ἐνταῦϑα τε- τραμμένος ξήσει, ἀλλ’ οὐδὲ πρὸς ὑγείαν βλέπων, οὐδὲ τοῦτο πρεσβεύων, ὅπως ἰσχυρὸς ἢ ὑγιὴς ἢ καλὸς ἔσται, ἐὰν μὴ καὶ σωφρονήσειν μέλλῃ ἀπ’ αὐτῶν" ἀλλ᾽ ἀεὶ τὴν ἐν τῷ σώματι ἁρμονίαν τῆς ἐν τῇ ψυχῇ ἕνεκα ξυμφωνίας ἁρμοτνττόμενος φανεῖται, ἐάνπερ μέλλῃ τῇ ἀληϑείᾳ μουσικὸς εἶναι. οὐκοῦν καὶ τὴν ἐν τῇ τῶν χρημάτων κχκτήδει σύνταξιν οὐκ εἰς ἄπειρον αὐξήδει ἀπέραντα κακὰ ἔχων, ἀλλ᾽ ἀποβλέπων πρὸς τὴν ἐν ἑαυτῷ πολιτείαν καὶ φυλάττων, μή τι παρακινῇ αὑτοῦ τῶν ἐκεῖ διὰ πλῆϑος οὐσίας ἢ Óv ὀλιγότητα, οὕτω κυβερνῶν προσϑήσει καὶ ἀναλώσει τῆς οὐσίας καϑόσον ἂν οἷός τε. ἀλλὰ μὴν καὶ τιμάς γε εἰς ταὐτὸν ἀπο- βλέπων τῶν μὲν μεϑέξει ἑκών, ἃς ἂν οἴηται ἀμείνω αὑτὸν ποιήσειν, τὰς δὲ φεύξεται ἰδίᾳ καὶ δημοσίᾳ, ἃς ἂν ἡγῆται λύσειν τὴν ὑπάρχουσαν ἕξιν. καὶ &wl δηλονότι τῷ πάντα τὰ ἄλλα ἀνταλλάσσεσϑαι ἐπι- χειρήσει ἑνὸς τούτου μόνου, τοῦ φρόνησιν χτήσασϑαι, IAMBLICHI PROTREPT. 8 οι μ᾿ 0 F 94 IAMBLICHI καὶ πάντα πράξει δουλεύων τῇ τοῦ νοῦ κτήσει. τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ φιλοδοφεῖν, ὥστε καὶ κατὰ ταύτην τὴν διαίρεσιν πάντων μάλιστα φιλοδοφητέον τοῖς βουλομένοις εὖ πράττειν.

5 Εἰς ταὐτὸ δὲ φέρει τέλος καὶ ἡ τοιάδε ἔφοδος. πᾶσα φύσις ὥσπερ ἔχουσα λόγον οὐϑὲν μὲν εἰκῇ ποιεῖ, ἕνεκα δέ τινος πάντα, καὶ μᾶλλον τοῦ ἕνεκά τινος τὸ εἰκῆ ἐξορίσασα πεφρόντικεν ἥπερ al τέχναι, ὅτι καὶ φύσεως αἴ τέχναι ἦδαν μιμήματα. τοῦ dà ἀνθρώπου συνεστῶτος 10 φύσει ἐκ ψυχῆς ve καὶ σώματος, βελτίονος δὲ οὔσης τῆς ψυχῆς τοῦ σώματος καὶ ἀεὶ τοῦ βελτίονος ἕνεκα ὑπηρετουμένου τοῦ χείρονος, καὶ τὸ σῶμα τῆς ψυχῆς 552A. ἕνεκά ἐστι. τῆς ψυχῆς δὲ τὸ μὲν ἦν ἔχον λόγον, τὸ δ᾽ οὐκ ἔχον, ὅπερ καὶ χεῖρον᾽ ὥστε τὸ ἄλογον ἕνεκα τοῦ wk.

15 λόγον ἔχοντος. ἐν δὲ τῷ λόγον ἔχοντι ὁ νοῦς" ὥστε τοῦ νοῦ ἕνεκα πάντα εἶναι ἀναγκάζει ἡ ἀπόδειξις. τοῦ δ᾽ αὖ νοῦ αἱ νοήσεις ἐνέργειαι, δράσεις οὖσαι νοητῶν, ὡς τοῦ ὁρατικοῦ ἐνέργεια ὁρᾶν τὰ δρατά. νοήσεως οὖν καὶ νοῦ ζξἕνεχαΣ πάντα αἱρετὰ τοῖς 20 ἀνθρώποις, εἴπερ τὰ μὲν ἄλλα τῆς ψυχῆς ἕνεκα αἵρετά, νοῦς δὲ τὸ βέλτιστον τῶν κατὰ ψυχὴν μόνον, τοῦ δὲ βελτίστου τὰ ἄλλα συνέστηκε χάριν. πάλιν δὲ τῶν διανοήσεων ἐλεύϑεραι μὲν ἦσαν ὅσαι δι’ αὑτὰς αἴρε- ταί, δούλαις δὲ ἐοικυῖαν αἵ δι’ ἄλλα τὴν γνῶσιν ?5 ἀπερείδουσαι" κρεῖττον δὲ πανταχοῦ τὸ δι’ αὑτὸ τοῦ δι ἄλλο, ὅτι καὶ τὸ ἐλεύϑερον τοῦ μὴ τοιούτου. χρωμένων δὴ τῶν πράξεων τῇ διανοίᾳ, κἂν αὐτὸς b πᾶσα κτλ. usque ad medium c. XII excerpta sunt Aristotelica. Cf. Bywater, Journ. of Phil.IL65sqq. Hirzel, Herm. X [1876] 88 8qq.

10 βελτίονος δὴ | 18 ἐστι Vitelli: εἶναι | 19 (non 16) ἕνεκα addidit Vulcanius | 21 μόνον suspectum || 27 αὐτὸς ὁ νοῦς Schol.

ὑποβάλλῃ τὸ συμφέρον καὶ ταύτῃ ἡγῆται, ἀλλ᾽ ἕπεταί γε ταύταις καὶ δεῖταί ys καὶ τοῦ διακονήσοντος σώ- ματος καὶ ἀναπίμπλαταί γε καὶ τῆς τύχης, ὑπὲρ ὧν ἀποδίδωσι τὰς πράξεις ὧν ὃ νοῦς κύριος, καὶ διὰ σώματος ci πολλαί. ὥστε τῶν διανοήσεων αἱ δι᾽ αὐτὸ 5 ψιλὸν τὸ ϑεωρεῖν αἱρεταὶ τιμιώτεραι καὶ κρείττους τῶν πρὸς ἄλλα χρησίμων" δι’ αὑτὰς δὲ τίμιοι αἵ ϑεωρίαι καὶ αἱρετὴ ἐν ταύταις τοῦ νοῦ ἡ σοφία. διὰ δὲ “πράξεις αἱ κατὰ φρόνησιν. ὥστε τὸ ἀγαϑὸν καὶ τίμιον ἐν ταῖς κατὰ σοφίαν ϑεωρίαις, ϑεωρίαις δὲ οὐ 10 δήπου πάλιν ταῖς τυχούσαις᾽ οὐ γὰρ πᾶσα ἁπλῶς κατάληψις τίμιον, ἀλλ᾽ ἡ τοῦ ἄρχοντος σοφοῦ ὄντος καὶ τῆς ἐν τῷ παντὶ ἀρχῆς, αὕτη καὶ σοφίᾳ σύνοικος καὶ οἰκείως ἂν ὑποκέοιτο. αἰσθήσεως μὲν οὖν καὶ νοῦ ἀφαιρεϑεὶς ἄνθρωπος φυτῷ γίγνεται παραπλή- 15 6.09, νοῦ δὲ μόνου ἀφῃρημένος ἐκϑηριοῦται, ἀλο- .γίας δὲ ἀφαιρεϑεὶς μένων δ᾽ ἐν τῷ νῷ ὁμοιοῦται ϑεῷ. καταργητέον οὖν εἰς δύναμιν τῆς ἀλογίας τὰ πάϑη, ταῖς δὲ τοῦ νοῦ καϑαραῖς ἐνεργείαις καὶ εἰς ἑαυτὸν καὶ τὸ ϑεῖον ἀφορώδσαις χρηστέον, καὶ ταῖς 30 διεξόδοις τοῦ νοῦ ξῆν μελετητέον, πᾶν τὸ τῆς προσοχῆς ὄμμα καὶ τὸν ἔρωτα πρὸς τοῦτον συνάψαντα. οὐ γὰρ δὴ τὰ περὶ τὸν ϑεὸν καὶ τὰ ϑεῖα ϑεωρητέον τῶν πρά- ξεωῶν ἕνεκα. οὐ γάρ φασι ϑεμιτὸν εἶναι χραίνειν τὴν ϑέαν τοῦ ϑείου καταδουλούμενον τῷ τοῦ χρησίμου 5 ἀνθρώποις ἀναγκαίῳ, οὐδ᾽ ὅλως τὸν νοῦν ἀσπαστέον διὰ τὰς χρείας * ** εἰκὼς πρὸς ταύτας (μόνος δὴ πασῶν 1. 4 non intellego | b αὐτὸ Α: αὑτὸ [ 8 αἱρετὴ Α: ἀρετὴ | 22 τοῦτο Α | 27 lacunam signavit Vitelli, qui {οὐδὲ συντακτέονν εἰκῇ tentabat: τὸν νοῦν κατασπάσασϑαι τὰς χρείας εἰκὸς (at eix8 h. e. δὐκὼς codex) scripsit K | δὴ] y«o? Vitelli.

" 96 IAMBLICHI " 96 IAMBLICHI τῶν ἄλλων ἃς ἔχομεν ἐπιτυχὴς δυνάμεων), ἔμπαλιν δὲ καὶ τὰς πράξεις καὶ πάντα τὰ ἄλλα πρὸς νοῦν καὶ τὸν ϑεὸν συντακτέον, καὶ ἀπὸ τούτου καὶ τῶν κατὰ μέρος καϑηκόντων τὸ εὐλόγιστον ἀναμετρητέον. δικαία τε 5 yàg καὶ κατ᾽ ἀξίαν ἡ κρίσις καὶ μόνη πασῶν ἱκανὴ τὴν ἀληϑινὴν ἀνθρώποις εὐδαιμονίαν παραδκευάζξειν. ᾧ γὰρ τῶν ἄλλων διαφέρομεν toov, ἐν μόνῳ δὴ τούτῳ τῷ βίῳ διαλάμπει, ᾧ οὐκ ἦν τι τυχὸν καὶ οὐ μεγάλην ἔχον ἀξίαν. λόγου μὲν γὰρ καὶ φρονήδεως μικρά τινα 10 καὶ ἐν ἐκείνοις αὐἰϑύγματα, δοφίας δὲ ϑεωρητικῆς ταῦτα μὲν παντελῶς ἄμοιρα, μόνοις δὲ μέτεστι ϑεοῖς᾽ ὡς αἰσϑήσεσί γε καὶ δρμαῖς πολλῶν ἤδη ξῴων τῆς ἀκρι- βείας καὶ τῆς ἰσχύος λείπεται ἄνθρωπος, καὶ μόνον τοῦτο ὄντως ἀγαϑὸν ἀναφαίρετον, ὃ δὴ περιέχειν συγ- 15 χωροῦσι τὴν τοῦ ἀγαϑοῦ ἔννοιαν, οὐδαμῶς μὲν τοῖς τυχηροῖς ὑποτάττοντος ἑαυτὸν κατὰ τοῦτον τὸν βίον τοῦ σπουδαίου, ἀπὸ δὲ τῶν ὑποχειρίων τῇ τύχῃ μά- λιστα δὴ πάντων ἑαυτὸν ἐλευϑερώσαντος. διὸ καὶ τὸ ϑαρρεῖν ἐξ ὅλης τῆς γνώμης ἐν τούτῳ διατελοῦντα 20 ἔνεστι τῷ βίῳ. τίνος γὰρ τίς αὐτὸν ἀφαιρήσεται τὸν πάλαι τῶν ἀφαιρεϑῆναι οἵων τε ἑαυτὸν ἀλλοτριώσαντα, ἔχοντα δὲ τὸν ὄντως ἑαυτὸν καὶ ξῶντα ἐν τοῖς ἑαυτοῦ καὶ τρεφόμενον ἀπὸ τῶν αὑτοῦ καὶ τῆς ἀμετρήτου o συνῆπται ϑεοῦ εὐξωίας; τοιαῦται μὲν οὖν ἡμῖν ἔστω- :) σαν αἱ πρὸς τὴν τελειοτάτην σοφίαν Πυϑαγορικαὶ παρακλήσεις. VI. ᾿Επεὶ δὲ ἀνθρώποις διαλεγόμεθα, ἀλλ᾽ οὐχὶ τοῖς τὴν ϑείαν μοῖραν τῆς ξωῆς πρόχειρον ἔχουσι, δεῖ 20 τίς scr. K: τις || vov] τῶ | 21 ἀλλοτριώσαντί, item 22 ἔχοντί et ξῶντί ot 23 τρεφόμενον ex τρεφομένω ἢ 27 c. VI. VII — Cc. VII ap. AK.

συμμιγνύναι ταῖς τοιαύταις παρακλήδεσι τὰς πρὸς τὸν πολιτικὸν καὶ πρακτικὸν βίον προτροπάς. ὧδε οὖν λέγωμεν" τὰ ὑποκείμενα πρὸς τὸν βίον ἡμῖν, οἷον (τὸν σῶμα καὶ (τὰν περὶ τὸ σῶμα, καϑάπερ ὄργανά τινα ὑπόκειται, τούτων δ᾽ ἐπικίνδυνός ἐστιν ἡ χρῆσις, καὶ πλέον ϑάτερον ἀπεργάξεται τοῖς μὴ δεόντως αὐτοῖς χρωμένοις. δεῖ τοίνυν ὀρέγεσϑαι τῆς ἐπιστήμης κτᾶ- σϑαί τε αὐτὴν καὶ χρῆσϑαι αὐτῇ προσηκόντως, δι᾽ ἧς πάντα ταῦτα εὖ ϑησόμεϑα. φιλοσοφητέον ἄρα ἡμῖν, εἰ μέλλομεν ὀρϑῶς πολιτεύσεσϑαι καὶ τὸν ἑαυτῶν βίον διάξειν ὠφελίμως. ἔτι τοίνυν ἄλλαι μέν εἰσιν αἵ ποιοῦσαι ἕκαστον τῶν ἐν τῷ βίῳ πλεονεκτημάτων ἐπι- στῆμαι, ἄλλαι δὲ αἱ χρώμεναι ταύταις, καὶ ἄλλαι μὲν αἴ ὑπηρετοῦσαι, ἕτεραι δὲ αἱ ἐπιτάττουσαι. ἐν αἷς ἐστιν ὡς ἂν ἡγεμονικωτέραις ὑπαρχούδαις τὸ κυρίως ὃν ἀγα- ϑόν. εἰ τοίνυν μόνη ἡ τοῦ κρίνειν ἔχουσα τὴν ὀρϑό- τητα καὶ ἡ τῷ λόγῳ χρωμένη καὶ ἡ τὸ ὅλον ἀγαϑὸν ϑεωροῦσα, ἥτις ἐστὶ φιλοσοφία, χρῆσϑαι πᾶσι καὶ ἐπι- τάττειν κατὰ φύσιν δύναται, φιλοσοφητέον ἐκ παντὸς τρόπου, ὡς μόνης φιλοσοφίας τὴν ὀρϑὴν κρίσιν καὶ τὴν ἀναμάρτητον ἐπιτακτικὴν φρόνησιν ἐν ἑαυτῇ περιε- χούσης. ἔτι τοίνυν, ἐπεὶ τὰ δυνατὰ καὶ ὠφέλιμα πάν- τες αἱρούμεθα, παραδεικτέον ὡς τῷ φιλοσοφεῖν ἀμ- φότερα ταῦτα ὑπάρχει, καὶ ὅτι τὴν χαλεπότητα τῆς ὅ κτήσεως ὑποδεεστέραν ἔχει τοῦ μεγέϑους τῆς φελειαε, 25 τὰ yàg ῥάω πάντες ἥδιον πονοῦμεν. ὅτι μὲν οὖν τὰς 38 τὸ οὐ 4 τὰ addidit K: equidem verba olov σῶμα καὶ περὶ τὸ σῶμα abesse malim [|| 18 torres] τούτοις scripsit K || 23 scri- bendum videtur (cl. p. 41, 2) ἀποδεικτέον.

- 38 IAMBLICHI περὶ τῶν δικαίων καὶ τῶν συμφερόντων, ἔτι δὲ περὶ 40 A. φύσεώς τε καὶ τῆς ἄλλης ἀληϑείας ἐπιστήμας δυνατοὶ 106 Κ. λαβεῖν ἐσμεν, δάδιον ἐπιδεῖξαι. ἀεὶ γὰρ γνωριμώτερα τὰ πρότερα τῶν ὑστέρων καὶ τὰ βελτίω τὴν φύσιν δτῶν χειρόνων. τῶν γὰρ ὡρισμένων καὶ τεταγμένων ἐπιστήμη μᾶλλόν ἐστιν ἢ τῶν ἐναντίων, ἔτι δὲ τῶν αἰτίων ἢ τῶν ἀποβαινόντων. ἔστι δ᾽ ὡρισμένα καὶ τεταγμένα τἀγαϑὰ τῶν κακῶν μᾶλλον, ὥσπερ ἄνϑρω- πος ἐπιεικὴς ἀνθρώπου φαύλον᾽ τὴν αὐτὴν γὰρ ἔχειν 10 ἀναγκαῖον αὐτὰ πρὸς ἄλληλα διαφοράν. αἴτιά τε μᾶλ- λον τὰ πρότερα τῶν ὑστέρων" ἐκείνων γὰρ ἀναιρου- μένων ἀναιρεῖται τὰ τὴν οὐσίαν ἐξ ἐκείνων ἔχοντα, μήκη μὲν ἀριϑμῶν, ἐπίπεδα δὲ μηκῶν, στερεὰ δὲ ἐπι- πέδωνΐ, στοιχεῖα δὲ τῶν ὀνομαξομένων συλλαβῶν]. ὥστε εἴπερ ψυχὴ μὲν σώματος ἄμεινον (ἀρχικώτερον γὰρ τὴν φύσιν ἐστί), περὶ δὲ σῶμα τέχναι καὶ φρονήσεις εἰσὶν ἰατρική τε καὶ γυμναστική (ταύτας γὰρ ἡμεῖς ἐπιστήμας τίϑεμεν καὶ κεκτῆσϑαί τινας αὐτάς φαμεν), δῆλον ὅτι 108 Κ. καὶ περὶ ψυχὴν καὶ τὰς ψυχῆς ἀρετάς ἐστί τις ἐπιμέ- 80 λεία καὶ τέχνη, καὶ δυνατοὶ λαβεῖν αὐτήν ἐσμεν, εἴπερ γε καὶ τῶν μετ᾽ ἀγνοίας πλείονος καὶ γνῶναι χαλε- πωτέρων. ὁμοίως δὲ καὶ τῶν περὶ φύσεως" πολὺ γὰρ πρότερον ἀναγκαῖον τῶν αἰτίων καὶ τῶν στοιχείων [uw οι [uw οι 9 γνωριμώτερα ἀμφότερα, τὰ lib. III | 18 ἀριϑμῶν] an στιγ- μῶν (cl. Ar. Top. Z 4. 1415, 6)? at cf. lib. III p. 214, 14 || 14 στοι- χεῖα — συλλαβῶν del. Rose, om. lib. III. certe dicendum erat συλλαβαὶ δὲ τῶν Ovou. στοιχείων; nam Pythagoreorum cov6- toig στοιχείοις, de quibus cogitaverat Kiessling, nullus hic locus PROTREPTICUS (c. VI). 39 4A. εἶναι φρόνησιν ἢ τῶν ὑστέρων. οὐ yàg ταῦτα τῶν ἄκρων οὐδ᾽ ἐκ rovrov τὰ πρῶτα πέφυκεν, ἀλλ᾽ ἐξ ἐκείνων καὶ δι᾽ ἐκείνων τἄλλα γίγνεται καὶ συνίστα- ται φανερῶς. εἶτε γὰρ πῦρ εἴτ᾽ ἀὴρ εἴτε ἀριϑμὸς εἴτε ἄλλαι τινὲς φύσεις αἰτίαι καὶ πρῶται τῶν ἄλλων, ἀδύ- νατον τῶν ἄλλων τι γιγνώσκειν ἐκείνας &yvoobvtag* πῶς γὰρ ἄν τις ἢ λόγον γνωρίξοι συλλαβὰς ἀγνοῶν, ἢ ταύτας ἐπίσταιτο μηδὲν τῶν στοιχείων εἰδώς; . Ὅτι μὲν οὖν τῆς ἀληϑείας καὶ τῆς περὶ ψυχὴν ἀρετῆς ἐστιν ἐπιστήμη καὶ διότι δυνατοὶ λαβεῖν αὐτάς ἐσμεν, ταῦτα ἡμῖν εἰρήσϑω περὶ αὐτῶν" ὅτι δὲ μέγιστόν ἐστι τῶν ἀγαϑῶν καὶ πάντων ὠφελιμώτατον τῶν ἄλλων, ἐκ τῶνδε δῆλον. πάντες γὰρ ὁμολογοῦμεν ὅτι δεῖ μὲν τὸν σπουδαιότατον ἄρχειν καὶ τὸν τὴν φύσιν κράτιστον, τὸν δὲ νόμον ἄρχοντα καὶ κύριον εἶναι μόνον" οὗτος δὲ φρόνησίς τις καὶ λόγος ἀπὸ φρονήσεώς ἐστιν. ἔτι ὃὲ τίς ἡμῖν κανὼν ἢ τίς ὅρος ἀκριβέστερος τῶν ἀγα- ϑῶν πλὴν ὃ φρόνιμος; ὅσα γὰρ ἂν οὗτος ἕλοιτο κατὰ τὴν ἐπιστήμην αἱρούμενος, ταῦτ᾽ ἐστὶν ἀγαϑά, καὶ b μ᾿ 0 κακὰ δὲ τὰ ἐναντία τούτοις. ἐπεὶ δὲ πάντες αἱροῦνται 20 μάλιστα τὰ κατὰ τὰς οἰκείας ἕξεις (τὸ μὲν γὰρ δικαίως ξῆν ὃ δίκαιος, τὸ δὲ κατὰ τὴν ἀνδρείαν ὃ τὴν ἀνδρείαν ἔχων, ὃ δὲ σώφρων τὸ σωφρονεῖν ὁμοίως), δῆλον ὅτι καὶ τὸ φρονεῖν ὁ φρόνιμος αἱρήσεται πάντων μάλιστα" τοῦτο γὰρ ἔργον ταύτης τῆς δυνάμεως. ὥστε φανερὸν 535 ὅτι κατὰ τὴν κυριωτάτην κρίσιν κράτιστόν ἐστι τῶν 2 ἀρχῶν coni. K: fort. πρώτων | 8 καὶ τἄλλα et 11 ὅτι δὲ καὶ liber ΠῚ, ubi ἴτε γὰρ --- περὶ αὐτῶν (4. 11) om. | 20 τά- ναντία lib. III, ubi καὶ (ante κακὰ) et κατὰ τὴν ἐπιστήμην αἵ- ρούμενος desunt| 21 τὰ om. lib. IIT | 23 ante ὁμοίως distinguit liv. III.

40 IAMBLICHI ἀγαϑῶν ἡ φρόνησις. οὐ δὴ δεῖ φεύγειν φιλοδοφίαν, εἴπερ ἐστὶν ἡ μὲν φιλοσοφία, καϑάπερ οἰόμεϑα, κτῆσίς τε καὶ χρῆσις σοφίας, ἡ δὲ σοφία τῶν μεγίστων ἀγαϑῶν" οὐδὲ δεῖ χρημάτων μὲν ἕνεκα πλεῖν ἐφ᾽ δ Ἡρακλέους στήλας καὶ πολλάκις κινδυνεύειν, διὰ δὲ φρόνησιν μηδὲν πονεῖν μηδὲ δαπανᾶν. ἦ μὴν ἀνδρα- ποδῶδές γε τοῦ ξῆν ἀλλὰ μὴ τοῦ Civ εὖ γλίχεσϑαι, καὶ ταῖς τῶν πολλῶν αὐτὸν ἀκολουϑεῖν δόξαις ἀλλὰ μὴ τοὺς πολλοὺς ἀξιοῦν ταῖς αὑτοῦ, καὶ τὰ μὲν χρή- 10 ματα ξητεῖν τῶν δὲ καλῶν μηδεμίαν ἐπιμέλειαν ποι- εἴσϑαι τοπαράπαν. Καὶ περὶ μὲν ὠφελείας καὶ μεγέϑους τοῦ πράγ- ματος ἱκανῶς ἀποδεδεῖχϑαι νομίξω, διότι δὲ πολλῷ ῥάστη τῶν ἄλλων ἀγαϑῶν ἡ κτῆσις αὐτῆς, ἐκ τῶνδε 15 πεισϑείη τις ἄν. τὸ γὰρ μήτε μισϑοῦ παρὰ τῶν &v- ᾿ ϑρώπων γινομένου τοῖς φιλοσοφοῦσι, δι᾽ ὃν συντόνως οὕτως ἂν διαπονήσειαν, πολύ τε προεμένους εἰς τὰς ἄλλας τέχνας ὅμως ἐξ ὀλίγου χρόνου ϑέοντας παρελη- λυϑέναι ταῖς ἀκριβείαις, σημεῖόν μοι δοκεῖ τῆς περὶ 80. τὴν φιλοσοφίαν εἶναι ῥᾳστώνης. ἔτι δὲ τὸ πάντας φιλοχωρεῖν ἐπ’ αὐτῇ καὶ βούλεσθαι σχολάξειν ἀφε- μένους τῶν ἄλλων ἁπάντων, οὐ μικρὸν τεκμήριον ὅτι μεϑ᾽ ἡδονῆς ἡ προσεδρεία γίγνεται" πονεῖν γὰρ οὐδεὶς ἐθέλει πολὺν χρόνον. πρὸς δὲ τούτοις ἡ χρῆσις πλεῖ- 25 ὅτον διαφέρει πάντων" οὐδὲ γὰρ δέονται πρὸς τὴν ἐργασίαν ὀργάνων οὐδὲ τόπων, ἀλλ᾽ Ümg τις àv 91 9 ἀξιοῦν ταῖς αὐτοῦ (sic) correxit manus recens marg. Lau- rent. 86, 29: ἀξιοῦντες αὐτοῦ (v fort. ex v) | 15 πέπεισμαι lib. III 16 φιλοσόφοις liber III | 17 εἰς om. liber III [ 21 ἐπ᾽ delet Rose | 23 προσεδρεία (non aliter)] προεδρεία ex apogr. Rose: liber IIl προσεδρεία f. 109b (— Villois. p. 218, 21) et προεδρέαν f. 1065 (— Villois. p. 214, 14) [| 26 οὐδὲν ydo liber III.

PROTREPTICUS (6. VI. VII). 41 τῆς οἰκουμένης τὴν διάνοιαν, ὁμοίως πανταχόϑεν ὥσπερ παρούσης ἅπτεται τῆς ἀληϑείας. οὐκοῦν ἀποδέδεικται καὶ ὅτι δυνατὸν καὶ διότι μέγιστον τῶν ἀγαϑῶν καὶ κτήσασϑαι ῥάδιον ἡ φιλοσοφία, ὥστε πάντων ἕνεκα προϑύμως αὐτῆς ἀντιλαμβάνεσϑαι ἄξιον.

VII. Ἴδοι δ᾽ ἄν τις τὸ αὐτὸ γνωριμώτερον ἀπὸ τού- τῶν. τὸ φρονεῖν καὶ τὸ γιγνώσκειν ἐστὶν αἱρετὸν καϑ' αὑτὸ τοῖς ἀνθρώποις (οὐδὲ γὰρ ξῆν δυνατὸν ὡς ἀνθρώ- ποις ἄνευ τούτων), χρήσιμόν τε εἰς τὸν βίον ὑπάρχει" . οὐδὲν γὰρ ἡμῖν ἀγαϑὸν παραγίγνεται, ὅ τι μὴ λογισαμένοις καὶ κατὰ φρόνησιν ἐνεργήσασιν τελειοῦται. καὶ μὴν εἴτε τὸ ζῆν εὐδαιμόνως ἐν τῷ χαίρειν ἐστὶν εἴτε ἐν τῷ τὴν ἀρετὴν ἔχειν εἴτε ἐν τῇ φρονήσει, κατὰ ταῦτα πάντα φιλοσοφητέον᾽ ταῦτα γὰρ μάλιστα καὶ εἰλικρινῶς διὰ τοῦ φιλοσοφεῖν ἡμῖν παραγίγνεται. ἔτι τοίνυν τὸ μέν ἐστι ψυχὴ τῶν ἐν ἡμῖν τὸ δὲ σῶμα, καὶ τὸ μὲν ἄρχει τὸ δὲ ἄρχεται, καὶ τὸ μὲν χρῆται τὸ δ᾽ ὑπόκειται ὡς ὄργανον. ἀεὶ τοίνυν πρὸς τὸ ἄρχον καὶ τὸ χρώ- μένον δσυντάττεται ἡ τοῦ ἀρχομένου καὶ τοῦ ὀργάνου χρεία. τῆς δὲ ψυχῆς τὸ μὲν λόγος ἐστὶν ὅπερ κατὰ φύσιν ἄρχει καὶ κρένει περὶ ἡμῶν, τὸ δ᾽ ἔπεταί τε καὶ πέφυκεν ἄρχεσϑαι. πᾶν δὲ εὖ διάκειται κατὰ τὴν οἰκείαν ἀρετήν" τὸ γὰρ τετυχηκέναι ταύτης ἀγαϑόν ἐστι. καὶ μὴν ὅταν γε ἔχῃ τὰ μάλιστα καὶ κυριώτατα καὶ τιμιώτατα τὴν ἀρετήν, τότε εὖ διάκειται" τοῦ βελτίονος ἄρα φύδει βελτίων ἐστὶν ἡ κατὰ φύσιν ἀρετή. βέλτιον δὲ τὸ κατὰ φύσιν ἀρχικώτερον καὶ μᾶλλον ἡγεμονικόν, ὡς ἄνθρωπος πρὸς τὰ ἄλλα ξῷα" οὐκοῦν ψυχὴ μὲν σώματος βέλτιον (ἀρχικώτερον ydo), ψυχῆς δὲ τὸ λόγον ἔχον καὶ διάνοιαν᾽ ἔστι yàg τοιe« οὔτον ὃ κελεύει xol κωλύει, καὶ δεῖν ἢ μὴ δεῖν φησι 80 42 IAMBLICHI 80 42 IAMBLICHI πράττειν. ἥτις ποτὲ οὖν ἐστιν ἀρετὴ τούτου τοῦ μέρους, ἀναγκαῖον εἶναι πάντων αἱρετωτάτην ἁπλῶς τε πᾶσι καὶ ἡμῖν" καὶ yàp ἂν τοῦτο, οἶμαι, ϑείη τις, ὡς ἤτοι μόνον ἢ μάλιστα ἡμεῖς ἐσμεν τὸ μόριον τοῦτο. 5 ἔτι τοίνυν ὅταν ὃ πέφυκεν ἔργον ἑκάστου μὴ κατὰ συμβεβηκὸς ἀλλὰ xa9' αὑτὸ λεγόμενον κάλλιστα ἀπο- τελῇ, τότε καὶ τοῦτο ἀγαϑὸν εἶναι λεκτέον, ταύτην τε ἀρετὴν ϑετέον κυριωτάτην, x«9' ἣν ἕκαστον αὐτὸ τοῦτο πέφυκεν ἀπεργάξεσϑαι. τοῦ μὲν οὖν συνϑέτου 10 καὶ μεριστοῦ πλείους καὶ διάφοροί εἰσιν ἐνέργειαι, τοῦ δὲ τὴν φύσιν ἁπλοῦ καὶ μὴ πρὸς τὶ τὴν οὐσίαν ἔχοντος μέαν ἀναγκαῖον εἶναι τὴν xa9' αὑτὸ χυρίως ἀρετήν. εἰ μὲν οὖν ἁπλοῦν τι ξῷόν ἐστιν 6 ἄνθρωπος καὶ κατὰ λόγον καὶ νοῦν τέτακται αὐτοῦ ἡ οὐσία, οὐκ 15 ἄλλο ἐστὶν αὐτοῦ ἔργον ἢ μόνη ἡ ἀκριβεστάτη ἀλή- ϑεια καὶ τὸ περὶ τῶν ὄντων ἀληϑεύειν" εἰ δ᾽ ἐστὶν ἐκ πλειόνων δυνάμεων συμπεφυκός. δῆλόν ἐστιν ὡς ἀφ᾽ οὗ πλείω πέφυκεν ἀποτελεῖσθαι, ἀεὶ τούτων τὸ βέλτιστον ἔργον ἐστίν, οἷον ἰατρικοῦ ὑγεία καὶ κυβερ 20 νήτου σωτηρία. βέλτιον δὲ οὐδὲν ἔχομεν λέγειν ἔργον τῆς διανοίας ἢ τοῦ διανοουμένου τῆς ψυχῆς ἡμῶν ἀληϑείας. ἀλήϑεια ἄρα τὸ κυριώτατον ἔργον ἐστὶ τοῦ μορίου τούτου τῆς ψυχῆς. τοῦτο δὲ δρᾷ κατ᾽ ἐπι- στήμην ἁπλῶς, μᾶλλον δὲ κατὰ τὴν μᾶλλον ἐπιστήμην, 25 ταύτῃ δ᾽ ἐστὶ ϑεωρία τὸ κυριώτατον τέλος. ὅταν γὰρ δυοῖν ὄντοιν ϑάτερον διὰ ϑάτερον αἱρετὸν ἧ, βέλτιόν ἐστι τοῦτο καὶ μᾶλλον αἱρετὸν δι’ ὕπερ algeróv ἐστι καὶ ϑάτερον, οἷον ἡδονὴ μὲν τῶν ἡδέων, ὑγεία δὲ τῶν ὑγιεινῶν ταῦτα γὰρ ποιητικὰ λέγεται τούτων.

6 καϑ᾽ αὑτὸ scripsit K: κατ᾽ αὐτὸ | 17 συμπεφυκώς ex apogr. Cizensi Καὶ |?3 τούτου scripsit K: τοῦ.

PROTREPTICUS (e. VII). 43 οὐχοῦν τῆς poovijósoc, ἥν φαμεν δύναμιν εἶναι τοῦ κυριωτάτου τῶν ἐν ἡμῖν, οὐκ ἔστιν αἱρετώτερον οὐδέν, ὡς ξξις πρὸς ἕξιν χρίνεσϑαι᾽ τὸ γὰρ γνωστικὸν μέρος καὶ χωρὶς καὶ συγκείμενον βέλτιόν ἐστι πάσης τῆς ψυχῆς, τούτου δὲ ἐπιστήμη ἀρετή. οὐκ ἄρα ἐστὶν ἔργον αὐτῆς οὐδεμία τῶν κατὰ μέρος λεγομένων ἀρε- τῶν" πασῶν γάρ ἐστι βελτίων, τὸ δὲ ποιούμενον τέλος ἀεὶ κρεῖττόν ἐστι τῆς ποιούδης ἐπιστήμης" οὐδὲ μὴν ἅπασα τῆς ψυχῆς ἀρετὴ οὕτως ἔργον οὐδ᾽ ἡ εὐδαι- μονέα. εἰ γὰρ ἔσται ποιητική, ἑτέρα ἕτέρων ἔσται, ὥσπερ οἰκοδομικὴ οἰχίας, ἥτις οὐκ ἔστι μέρος τῆς οὐκέας. ἡ μέντοι φρόνησις μόριον τῆς ἀρετῆς ἐστι καὶ τῆς εὐδαιμονίας" ἢ γὰρ ἐκ ταύτης ἢ ταύτην φαμὲν εἶναι τὴν εὐδαιμονίαν. οὐκοῦν καὶ κατὰ τὸν λόγον τοῦτον ἀδύνατον εἶναι τὴν ἐπιστήμην ποιητικήν" βέλ- τιον γὰρ δεῖ τὸ τέλος εἶναι τοῦ γιγνομένου, οὐδὲν δὲ βέλτιον εἶναι φρονήσεως, πλὴν εἴ τι τῶν εἰρημένων, τούτων δὲ οὐδὲν ἕτερον αὐτῆς ἐστιν ἔργον. ϑεωρη- τικήν τινα ἄρα φατέον εἶναι ταύτην τὴν ἐπιστήμην, ἐπεέπερ ἀδύνατον ποίησιν εἶναι τὸ τέλος. τὸ φρονεῖν ἄρα καὶ τὸ ϑεωρεῖν ἔργον τῆς ἀρετῆς ἐστι καὶ τοῦτο πάντων ἐστὶν αἱρετώτατον τοῖς ἀνθρώποις, ὥσπερ οἶμαι καὶ τὸ τοῖς ὄμμασιν ὁρᾶν, ὃ καὶ ἕλοιτό τις ἂν ἔχειν, εἰ καὶ μή τι μέλλοι γίγνεσϑαι δι᾿ αὐτὸ παρ᾽ αὐτὴν τὴν ὄψιν ἕτερον. ἔτι εἰ τὸ ὁρᾶν ἀγαπῶμεν δι’ ἑαυτό, ἱχανῶς μαρτυρεῖ τοῦτο ὅτι πάντες τὸ φρονεῖν καὶ τὸ γιγνώσκειν ἐσχάτως ἀγαπῶσιν. ἔτι εἴ τις ἀγαπᾷ τόδε τι διὰ τὸ συμβεβηκέναι ἕτερον αὐτῷ τι, δῆλον ὅτι μᾶλλον οὗτος βουλήσεται ᾧ μᾶλλον ὑπάρχει 3 fort. ὡς ἕξιν || 17 fort. βέλτιόν ἐστι | 24 δι’ αὐτοῦ K.

5 μ᾿ 0 P» ὅ 44 IAMBLIOHI - τοῦτο᾽ oiov εἰ τυγχάνει τις αἱρούμενος τὸ περιπατεῖν ' ὅτι ὑγιεινόν, εἴη δὲ μᾶλλον αὐτῷ ὑγιεινὸν τὸ τρο- χάξειν καὶ δυνατὸν παραγενέσϑαι, μᾶλλον αἱρήσεται τοῦτο κἂν ἕλοιτο γνοὺς ϑᾶττον. εἰ τοίνυν ἐστὶν 5 ἀληϑὴς δόξα φρονήδει ὅμοιον, εἴπερ αἱρετὸν τὸ δοξά- 48 ^. ξειν ἀληϑῶς ταύτην καὶ κατὰ τοσοῦτον καϑόδον ὅμοιον τῇ φρονήσει διὰ τὴν ἀλήϑειαν, εἰ μᾶλλον τοῦτο τῷ φρονεῖν ὑπάρχει, μᾶλλον αἱρετὸν τὸ φρονεῖν ἔσται τοῦ δοξάξειν ἀληϑῶς. ἀλλὰ μὴν τό γε ζῆν τῷ αἰσϑά- 10 νεσϑαι διακρίνεται τοῦ μὴ Civ, καὶ ταύτης παρουσίᾳ. καὶ δυνάμει τὸ ξῆν διώρισται, καὶ ταύτης ἐξαιρου- μένης οὐκ ἔστιν ἄξιον ξῆν ὥσπερ ἀναιρουμένου τοῦ ξῆν αὐτοῦ διὰ τὴν αἴσϑησιν. τῆς δὲ αἰσϑήσεως ἡ τῆς ὄψεως διαφέρει δύναμις τῷ σαφεστάτη εἶναι, καὶ διὰ ιὸ τοῦτο x«i μάλιστα αἱρούμεϑα αὐτήν' αἴσϑησις δὲ πᾶσα δύναμίς ἐστι γνωριστικὴ διὰ σώματος, ὥσπερ ἡ 136 κ. ἀκοὴ τοῦ ψόφου αἰσϑάνεται διὰ τῶν ὥτων. οὐκοῦν εἰ τὸ ξῆν μέν ἐστιν αἱρετὸν διὰ τὴν αἴσϑησιν ἡ δ᾽ αἴσϑησις γνῶσίς τις, καὶ διὰ τὸ γνωρίξειν αὐτῇ δύ- 80 ναῦϑαι τὴν ψυχὴν αἱρούμεθα, πάλαι δὲ εἴπομεν ὅτι- περ δυοῖν ἀεὶ μᾶλλον αἱρετὸν ᾧὦ μᾶλλον ὑπάρχει ταὐτόν, τῶν μὲν αἰσϑήδεων τὴν ὄψιν ἀνάγκη μάλιστα αἱρετὴν εἶναι καὶ τιμίαν, ταύτης δὲ καὶ τῶν ἄλλων ἁπασῶν αἱρετωτέρα καὶ τοῦ ζῆν ἐστιν ἡ φρόνησις xv- 25 ριωτέρα τῆς ἀληϑείας" ὥστε πάντες ἄνθρωποι τὸ φρονεῖν μάλιστα διώκουσι. τὸ γὰρ ξῆν ἀγαπῶντες τὸ φρονεῖν καὶ τὸ γνωρίξειν ἀγαπῶσι" δι’ οὐδὲν γὰρ 494. ἕτερον αὐτὸ τιμῶσιν ἢ διὰ τὴν αἴσϑησιν καὶ μάλιστα 6 'immo ταύτῃ Vitelli [10 ταύτης] (quasi pro τῷ αἰσϑάνεσϑαι scriptum fuerit (v. 9) τῇ αἰσϑήσει᾽ Καὶ | 20 πάλαι scil. p. 48, 29 [ὅτιπερ marg.: ὥσπερ in textu.

PROTREPTICUS (c. VII. VIII). 45 διὰ τὴν ὄψιν" ταύτην γὰρ τὴν δύναμιν ὑπερβαλλόντως φαίνονται φιλοῦντες" αὕτη γὰρ πρὸς τὰς ἄλλας αἱ- σϑήσεις ὥσπερ ἐπιστήμη τις ἀτεχνῶς ἐστιν.

VIIL Οὐ χεῖρον δ᾽ ἔτι καὶ ἀπὸ τῶν κοινῶν ἐν- νοιῶν ὑπομνῆσαι τὸ προκείμενον, ἀπὸ τῶν ἐναργῶς ὁ πᾶσι φαινομένων. παντὶ δὴ οὖν τοῦτό γε πρόδηλον, ὡς οὐδεὶς ἂν ἕλοιτο ξῆν ἔχων τὴν μεγίστην ἀπ᾿ ἀνθρώπων οὐσίαν καὶ δύναμιν, ἐξεστηκὼς μέντοι τοῦ φρονεῖν καὶ μαινόμενος, οὐδ᾽ εἰ μέλλοι τὰς νεανικωτάτας ἡδονὰς ξώειν χαίρων, ὥσπερ ἔνιοι τῶν παραφρονούντων δι- τὸ ἄγουσιν. οὐκοῦν ἀφροσύνην, ὡς ἔοικε, μάλιστα πάντες φεύγουσιν. ἐναντίον δὲ φρόνησις ἀφροσύνῃ, τῶν δ᾽ ἐναντίων ἑκάτερον τὸ μὲν φευκτόν ἐστι τὸ δὲ αἱρετόν. ὥσπερ οὖν τὸ κάμνειν φευχτόν, οὕτως αἱρετὺν ἡμῖν τὸ ὑγιαίνειν. φρόνησις οὖν, ὡς ἔοικε, καὶ κατὰ τοῦτον i5 τὸν λόγον φαίνεται τὸ πάντων αἱρετώτατον οὐ δι᾽ ἕτερόν τι τῶν συμβαινόντων, ὡς μαρτυροῦσιν oí κοιναὶ ἔννοιαι.. εἰ γὰρ καὶ πάντα τις ἔχοι, διεφϑαρ- μένος δὲ εἴη καὶ νοσῶν τῷ φρονοῦντι, οὐχ αἱρετὸς ὁ βίος. οὐδὲν γὰρ ὄφελος οὐδὲ τῶν ἄλλων ἀγαϑῶν. 90 ὥστε πάντες καϑόσον αἰσθάνονται τοῦ φρονεῖν καὶ γεύεσϑαι δύνανται τούτου τοῦ πράγματος, οὐδὲν οἴονται τἄλλα εἶναι, καὶ διὰ ταύτην τὴν αἰτίαν οὔτ᾽ ἂν μεϑύων οὔτε παιδίον οὐδ᾽ ἂν εἷς ἡμῶν ὑπομείνειεν εἶναι διὰ τέλους τὸν βίον. διὰ δὴ τοῦτο καὶ τὸ καϑ- εὖ 1 ὑπερβαλόντως hic et p. 46, 18 [| 6 {καὶ ἀπὸ coni. À | "7 ἀπ᾿ om. apogr. Cizense: κατ᾽ ἄνθρωπον Vitelli | 10 ξώειν corruptum: διώκειν) Diels: διάγειν Vitelli 21 τοῦ φρονεῖν post τοῦ πράγματος collocavit Rose, nescio qua ratione motus! 26 τὸν βίον deleri vult Scaliger.

46 IAMBLICHI 46 IAMBLICHI εύδειν ἥδιστον μὲν οὐχ αἱρετὸν δέ, κἂν ὑποθώμεϑα πάσας τῷ καϑεύδοντι παρούσας τὰς ἡδονάς, διότι τὰ μὲν καϑ' ὕπνον φαντάσματα ψευδῆ, τὰ δ᾽ ἐγρηγορόσιν ἀληϑῆ. διαφέρει γὰρ οὐδενὶ τῶν ἄλλων τὸ καϑεύδειν 5 καὶ τὸ ἐγρηγορέναι πλὴν τῷ τὴν ψυχὴν τότε μὲν πολ- λάκις ἀληϑεύειν, καϑεύδοντος δὲ ἀεὶ διεψεῦσθαι" τὸ γὰρ τῶν ἐνυπνίων εἴδωλόν ἐστι καὶ ψεῦδος ἅπαν. Καὶ τὸ φεύγειν δὲ τὸν ϑάνατον τοὺς πολλοὺς δείκνυσι τὴν φιλομάϑειαν τῆς ψυχῆς. φεύγει γὰρ ἃ 10 μὴ γιγνώσκει, τὸ σκοτῶδες καὶ τὸ μὴ δῆλον, φύδει ὃς διώκει τὸ φανερὸν xol τὸ γνωστόν. διὸ καὶ μάλιστα τοὺς αἰτίους ἡμῖν τοῦ τὸν ἥλιον ἰδεῖν καὶ τὸ φῶς, αὐτούς φαμεν δεῖν τιμᾶν ὑπερβαλλόντως καὶ σέβεσϑαι πατέρα καὶ μητέρα ὡς μεγίστων ἀγαϑῶν αἰτίους" αἴτιοι 15 δέ εἰσιν, ὡς ἔοικε, τοῦ φρονῆσαί τι καὶ ἰδεῖν. διὰ τὸ αὐτὸ δὲ τοῦτο καὶ χαίρομεν τοῖς συνήϑεσι καὶ πράγ- μασι καὶ ἀνθρώποις, καὶ φίλους τούτους καλοῦμεν «τοὺς γνωρίμους. δηλοῖ οὖν ταῦτα σαφῶς ὅτι τὸ γνωστὸν καὶ {τὸ φανερὸν καὶ τὸ δῆλον ἀγαπητόν 0 ἐστιν εἰ δὲ τὸ γνωστὸν καὶ τὸ σαφές, δῆλον ὅτι καὶ τὸ γιγνώσκειν ἀναγκαῖον καὶ τὸ φρονεῖν ὁμοίως. Πρὸς δὴ τούτοις, ὥσπερ ἐπὶ τῆς οὐσίας οὐχ ἡ αὐτὴ κτῆσις ἕνεκα τοῦ ξῆν καὶ τοῦ ζῆν εὐδαιμόνως τοῖς ἀνθρώποις, οὕτως καὶ ἐπὶ φρονήσεως οὐ τῆς 85 αὐτῆς οἶμαι δεόμεϑα πρός ve τὸ ξῆν μόνον καὶ πρὸς τὸ ξῆν καλῶς. τοῖς μὲν οὖν πολλοῖς πολλὴ συγγνώμη τοῦτο πράττειν (εὔχονται μὲν γὰρ εὐδαιμονεῖν, ἀγα- πῶσι δὲ κἂν μόνον δύνωνται ξῆν), ὅστις δὲ οἴεται μὴ 19. 20 καὶ φανερὸν --- εἰ δὲ τὸ γνωστὸν om. marg. adscr. | 19 prius τὸ add. Rose | 24 ἐπὶ Vitelli: περὶ (ἢ).

PROTREPTICUS (c. VIII). 41 πάντα τρόπον ὑπομένειν αὐτὸ δεῖν, καταγέλαστον ἤδη τὸ μὴ πάντα πόνον ὑπομένειν καὶ πᾶσαν σπουδὴν σπουδάξειν ὅπως κτήσηται ταύτην τὴν φρόνησιν ἥτις γνώσεται τὴν ἀλήϑειαν.

Γνοίη δ᾽ ἄν τις τὸ αὐτὸ καὶ ἀπὸ τούτων, εἶ ὁ ϑεωρήσειεν ὑπ᾽ αὐγὰς τὸν ἀνθρώπειον βίον. εὑρήσει γὰρ τὰ δοκοῦντα εἷναι μεγάλα τοῖς ἀνθρώποις πάντα ὄντα σκιαγραφίαν. ὅϑεν. καὶ λέγεται καλῶς τὸ μηδὲν εἶναι τὸν ἄνθρωπον καὶ τὸ μηδὲν εἶναι βέβαιον τῶν ἀνθρωπίνων. ἰσχύς τε γὰρ καὶ μέγεϑος καὶ κάλλος 10 γέλως ἐστὶ καὶ οὐδενὸς ἄξια, κάλλος τε παρὰ τὸ μηδὲν ὁρᾶν ἀκριβὲς δοκεῖ εἶναι τοιοῦτον. εἰ γάρ τις ἐδύνατο βλέπειν ὀξὺ καϑάπερ τὸν “υγκέα φασίν, ὃς διὰ τῶν τοίχων ἑώρα καὶ τῶν δένδρων, πότ᾽ ἂν ἔδοξεν εἶναί τινα τὴν ὄψιν ἀνεκτόν, ὁρῶν ἐξ οἵων συνέστηκε κακῶν; 15 τιμαὶ δὲ καὶ δόξαι τὰ ξηλούμενα μᾶλλον τῶν λοιπῶν ἀδιηγήτου γέμει φλυαρίας" τῷ γὰρ καϑορῶντι τῶν ἀιδίων τι ἠλίϑιον περὶ ταῦτα σπουδάξειν. τί δ᾽ ἐστὶ μακρὸν ἢ τί πολυχρόνιον τῶν ἀνθρωπίνων; ἀλλὰ διὰ τὴν ἡμετέραν ἀσϑένειαν, οἶμαι, καὶ βίου βραχύτητα καὶ 20 τοῦτο φαίνεται πολύ. τίς ἂν οὖν εἰς ταῦτα βλέπων οἴοιτο εὐδαίμων εἶναι καὶ μακάριος, ot πρῶτον εὐϑὺς φύσει συνέσταμεν, καϑάπερ φασὶν οἱ τὰς τελετὰς λέγοντες. ὥσπερ ἂν ἐπὶ τιμωρία πάντες; τοῦτο γὰρ θείως oí ἀρχαιότεροι λέγουσι τὸ φάναι διδόναι τὴν?5 92 πόνον πονεῖν em. Rose | 11 ve] ye Rose [ 13 λυγγέα | 14 πότ᾽] πῶς scr. K | 15 ἀνεκτὸν ὁρᾶν Rose || 19 τί superscr. ᾿ 21 πολύ. τίς ἂν Vulcanius: πολύ τι. ἐὰν || 22 oi ex Ciz. Rose: ol: olg Α.: 48 IAMBLICHI ψυχὴν τιμωρίαν καὶ tiv ἡμᾶς ἐπὶ κολάδει μεγάλων τινῶν ἁμαρτημάτων. πάνυ γὰρ ἡ σύξευξις τοιούτῳ τινὶ ἔοικε πρὸς τὸ σῶμα τῆς ψυχῆς. ὥσπερ γὰρ τοὺς ἐν τῇ Τυρρηνίᾳ φασὶ βασδανίξειν πολλάκις τοὺς ἁλι- δ σκομένους προσδεσμεύοντας κατ᾽ ἀντικρὺ τοῖς ξῶσι νεκροὺς ἀντιπροσώπους ἕκαστον πρὸς ἕκαστον μέρος προσαρμόττοντας, οὕτως ἔοικεν ἡ ψυχὴ διατετάσϑαι καὶ προσκεκολλῆσϑαι πᾶσι τοῖς αἰσϑητικοῖς τοῦ σώ- ματος μέλεσιν. οὐδὲν οὖν ϑεῖον ἢ μακάριον ὑπάρχει 10 τοῖς ἀνθρώποις, πλὴν ἐκεῖνό γε μόνον ἄξιον σπουδῆς, ὅσον ἐστὶν ἐν ἡμῖν νοῦ καὶ φρονήσεως" τοῦτο γὰρ μόνον ἔοικεν εἶναι τῶν ἡμετέρων ἀϑάνατον καὶ μόνον ϑεῖον. καὶ παρὰ τὸ τῆς τοιαύτης δυνάμεως δύνασϑαι κοινωνεῖν, καίπερ ὧν ὁ βίος ἄϑλιος φύδει καὶ χαλεπός, 15 ὅμως οὕτως φκονόμηται χαριέντως, ὥστε δοκεῖν πρὸς τὰ ἄλλα ϑεὸν εἶναι τὸν ἄνϑρωπον. “ὁ νοῦς γὰρ ἡμῶν ὁ ϑεός᾽, sive “Ἑρμότιμος. εἴτε ᾿ἀναξαγόρας εἶπε τοῦτο, καὶ ὅτι “ὃ ϑνητὸς αἰὼν μέρος ἔχει ϑεοῦ τινος. ἢ φιλοσοφητέον οὖν ἢ χαίρειν εἰποῦσι τῷ ξῆν ἀπιτέον 80 ἐντεῦϑεν, ὡς τὰ ἄλλα γε πάντα φλυαρία τις ἔοικεν εἶναι πολλὴ καὶ λῆρος.

Οὕτως ἄν τις τὰς ἀπὸ τῶν (xowóv» ἐννοιῶν ἐφόδους συγκεφαλαιώσαιτο δεόντως εἰς προτροπὴν τοῦ δεῖν φιλοσοφεῖν ϑεωρητικῶς καὶ ζῆν ὅτι μάλιστα τὸν 95 xov ἐπιστήμην καὶ τὸν τοῦ νοῦ βίον.

7 ἔοικεν ἡ ψυχὴ διατετάσϑαι κτλ. cf. Themist. ap. Stob. Flor. CXX 28 (IV p. 108, 25 sqq. Mein.) [16 8qq. cf. Nauck δὰ Eurip. fr. 1007: ὁ νοῦς γὰρ ἡμῶν ἐστιν ἐν ἑκάστῳ O50; || 18 sqq. cf. infra p. 60, 7 8qq. | 4 Τυρρηνίᾳ À: τυραννία | ὅ πρὸς ἀντικρὺ Rose, nescio unde ἢ 7 διαδεδέσθαι et 16 ἄλογα Vitelli | 22 κοινῶν addidit K.

PROTREPTICUS (c. VIII. IX). 49 IX. "4vo9:sv δὲ ἀρχόμενοι ἀπὸ τοῦ τῆς φύσεως βουλήματος ἐπὶ τὴν αὐτὴν προτροπὴν προχωροῦμεν οὑτωσί. τῶν γινομένων τὰ μὲν ἀπό τινος διανοίας καὶ τέχνης γίνεται, οἷον οἰκία καὶ πλοῖον (ἀμφοτέρων γὰρ τούτων αἰτία τέχνη τίς ἐστι καὶ διάνοια), τὰ δὲ διὰ τέχνης μὲν οὐδεμιᾶς, ἀλλὰ διὰ φύσιν᾽ ξῴων γὰρ καὶ φυτῶν αἰτία φύσις, καὶ κατὰ φύσιν γίνεται πάντα τὰ τοιαῦτα. ἀλλὰ μὴν καὶ διὰ τύχην ἔνια γίνεται τῶν πραγμάτων" ὅσα γὰρ μήτε διὰ τέχνην μήτε διὰ φύσιν μήτ᾽ ἐξ ἀνάγκης γίγνεται, τὰ πολλὰ τούτων διὰ τύχην 10 γίνεσϑαί φαμεν. τῶν μὲν οὖν ἀπὸ τύχης γιγνομένων οὐδὲν ἕνεκά του γίγνεται, οὐδ᾽ ἔστι τι τέλος αὐτοῖο" τοῖς δὲ ἀπὸ τέχνης γιγνομένοις ἔνεστι καὶ τὸ τέλος καὶ τὸ οὗ ἕνεχα (ἀεὶ γὰρ ὃ τὴν τέχνην ἔχων ἀπο- δώσει σοι λόγον δι’ ὃν ἔγραψε καὶ οὗ ἕνεκα), καὶ 16 τοῦτο [ὅτι] βέλτιόν ἐστιν ἢ τὸ διὰ τοῦτο γιγνόμενον. λέγω δ᾽ ὅσων καϑ᾿ αὑτὴν ἡ τέχνη πέφυκεν αἰτία καὶ μὴ κατὰ συμβεβηκός" ὑγείας μὲν γὰρ ἰατρικὴν μᾶλλον ἢ νόσου κυρίως ἂν ϑείημεν, οἰκοδομικὴν δὲ οἰκίας, ἀλλ’ οὐ τοῦ καταβάλλειν. πᾶν ἄρα ἕνεκά του γίγνεται 20 τὸ κατὰ τέχνην, καὶ τοῦτο τέλος αὐτῆς τὸ βέλτιστον, τὸ μέντοι διὰ τύχην οὐ γίνεται ἕνεκά του" συμβαίη μὲν γὰρ ἂν καὶ ἀπὸ τύχης τι ἀγαϑόν, οὐ μὴν ἀλλὰ κατά γε τὴν τύχην καὶ καϑόδον ἀπὸ τύχης οὐκ ἀγα- ϑόν, ἀόριστον δ᾽ ἀεὶ τὸ γιγνόμενόν ἐστι κατ᾽ αὐτήν. 95 ἀλλὰ μὴν τό γε κατὰ φύσιν ἕνεκά του γίγνεται, καὶ βελτίονος ἕνεκεν ἀεὶ συνίσταται ἢ καϑάπερ τὸ διὰ τέχνης μιμεῖται γὰρ οὐ τὴν τέχνην ἡ φύσις ἀλλὰ 16 ὅτι delevi | τὸ (οὐδ διὰ scripsit K, qui et coni. τὸ δι᾽ οὗ; at cf. ex gr. p. 43, 15 sq. 51, 16 sqq.

IAMBLICHI PROTREPT. 4 50 IAMBLICHI αὐτὴ τὴν φύσιν, καὶ ἔστιν ἐπὶ τῷ βοηϑεῖν xal τὰ παραλειπόμενα τῆς φύσεως ἀναπληροῦν. τὰ μὲν γὰρ ἔοικεν αὐτὴ δύνασϑαι δι’ αὑτῆς ἡ φύσις ἐπιτελεῖν καὶ βοηϑείας οὐδὲν δεῖσθαι, τὰ δὲ μόλις καὶ παντελῶς 5 ἀδυνατεῖν, οἷον αὐτίκα καὶ περὶ τὰς γενέσεις" ἔνια μὲν δήπου τῶν σπερμάτων εἰς ὁποίαν (ἂν) ἐμπέσῃ γῆν ἄνευ φυλακῆς γεννῶσιν, ἔνια δὲ προσδεῖται τῆς γεωργικῆς τέχνης᾽ παραπλησίως δὲ καὶ τῶν ξῴων τὰ μὲν δι’ αὑτῶν ἅπασαν ἀπολαμβάνει τὴν φύσιν, ἄν- 10 ϑρῶπος δὲ πολλῶν δεῖται τεχνῶν πρὸς δωτηρίαν κατά τε τὴν πρώτην γένεσιν καὶ πάλιν κατὰ τὴν ὑστέραν τροφήν. εἰ τοίνυν ἡ τέχνη μιμεῖται τὴν φύσιν, ἀπὸ ταύτης ἠκολούϑηκε καὶ ταῖς τέχναις τὸ τὴν γένεσιν ἅπασαν ἕνεκά του γίγνεσϑαι. τὸ γὰρ ὀρϑῶς γιγνό- i5 μένον ἅπαν ἕνεκά του γίγνεσϑαι ϑείημεν ἄν. οὐκοῦν τό γε καλῶς, ὀρϑῶς" καὶ τὸ μὲν γιγνόμενον γίγνεται, γέγονε δὲ τὸ γεγονὸς τό γε μὴν κατὰ φύσιν ἅπαν καλῶς. εἴπερ τὸ παρὰ φύσιν φαῦλον καὶ τῷ κατὰ φύσιν *** γένεσις ἕνεκά του γίγνεται. καὶ τοῦτο ἴδοι :) τις ἂν καὶ ἀφ᾽ ἑκάστου τῶν ἐν ἡμῖν μερῶν οἷον εἰ κατανοοῖς τὸ βλέφαρον, ἴδοις ἂν ὡς οὐ μάτην ἀλλὰ βοηϑείας χάριν τῶν ὀμμάτων γέγονεν, ὅπως ἀνάπαυσίν τε παρέχῃ καὶ κωλύῃ τὰ προσπίπτοντα πρὸς τὴν ὄψιν. οὐκοῦν ταὐτόν ἐστιν οὗ τε ἕνεκα γέγονέ τι καὶ οὗ 36 ἕνεκα δεῖ yeyovévaw οἷον εἰ πλοῖον ἕνεκα τῆς κατὰ ϑάλατταν κομιδῆς ἔδει γίγνεσθαι, διὰ τοῦτο καὶ γέγονε. καὶ μὴν τά ys ξῷα τῶν φύσει {τε καὶ κατὰ φύσιν» 6 ἂν addidit K | 17 yeyovóg: τό | 188q. post τῷ κατὰ φύσιν lacunam signavit Vitelli explendam ζέἐναντέον. ἡ ovv κατὰ φύσιν vel plenius (évawríov: εἰ δὲ καλῶς, ὀρθῶς" εἰ δὲ ὀρθῶς, ἕνεκά του. ἅπασα οὖν ἡ κατὰ φύσιν»: ἡ pro τῷ scripserat K /! 21 τε καὶ κατὰ φύσιν addidit Vitelli.

PROTREPTICUS (c. IX). 51 γεγενημένων ἐστὶν ἤτοι πάντα τοπαράπαν ἢ τὰ βέλ- τιστα καὶ τιμιώτατα᾽ διαφέρει γὰρ οὐδὲν εἴ τις αὐτῶν τὰ πολλὰ παρὰ φύδιν οἴεται γεγενῆσϑαι διά τινα φϑορὰν καὶ μοχϑηρίαν. τιμιώτατον δέ γε τῶν᾽ ἐν- ταῦϑα ξῴων ἄνθρωπός ἐστιν. ὥστε δῆλον ὅτι φύσει ve καὶ κατὰ φύσιν γέγονε. καὶ τοῦτό ἐστι τῶν ὄντων οὗ χάριν ἡ φύσις ἡμᾶς ἐγέννησε καὶ ὁ ϑεός. τί δὴ τοῦτό ἐστι Πυϑαγόρας ἐρωτώμενος, 'τὸ ϑεάσασϑαι᾽ εἶπε τὸν οὐρανόν", καὶ ἑαυτὸν δὲ ϑεωρὸν ἔφασκεν εἶναι τῆς φύσεως καὶ τούτου ἕνεκα παρεληλυϑέναι εἰς τὸν βίον. καὶ ᾿ἀναξαγόραν δέ φασιν εἰπεῖν ἐρωτηϑέντα τίνος ἂν ἕνεκα ἕλοιτο γενέσϑαι τις καὶ ξῆν, ἀποκρίνασϑαι πρὸς τὴν ἐρώτησιν᾽ ὡς τοῦ ϑεάσασϑαι [τὰ περὶ] τὸν οὐ- ρανὸν καὶ {τὰν περὶ αὐτὸν ἄστρα τε καὶ σελήνην καὶ ἥλιον᾽, ὧς τῶν ἄλλων γε πάντων οὐδενὸς ἀξίων ὄντων. εἰ τοίνυν παντὸς ἀεὶ τὸ τέλος ἐστὶ βέλτιον (ἕνεκα γὰρ τοῦ τέλους πάντα γίγνεται τὰ γιγνόμενα, τὸ δ᾽ οὗ ἕνεκα βέλτιον καὶ βέλτιστον πάντων), τέλος δὲ κατὰ φύσιν τοῦτό ἐστιν ὃ κατὰ τὴν γένεσιν πέφυκεν ὕστατον 5 10 beds Qt ἐπιτελεῖσϑαι περαινομένης τῆς γενέσεως συνεχῶς" οὐκ- 20 obv πρῶτον μὲν τὰ κατὰ τὸ σῶμα τῶν ἀνθρώπων λαμβάνει τέλος, ὕστερον δὲ τὰ κατὰ τὴν ψυχὴν, καί πῶς ἀεὶ τὸ τοῦ βελτίονος τέλος ὑστερίξει τῆς γενέσεως. οὐχοῦν ψυχὴ σώματος ὕστερον, καὶ τῶν τῆς ψυχῆς τελευταῖον ἡ φρόνησιφ᾽ τοῦτο γὰρ ὕστατον δρῶμεν 25 6 sq. καὶ τοῦτο τῶν ὄντων — 950g, τί δὴ malit K: καὶ τί ποτ᾽ ἐστὶ τῶν ὄντων — ϑεός: τί δὴ} Vitelli| 11 “εἰπεῖν redundat? K. at cf. Eudem. | 13 τὰ περὶ delevi[ 14 τὰ addidi || 20 περαινο- μένης scripsi: περαιουμένης marg., παιρομένοις in textu. 4* 59 IAMBLICHI γιγνόμενον φύδει τοῖς ἀνθρώποις, διὸ καὶ τὸ γῆρας ἀντιποιεῖται τούτου μόνου τῶν ἀγαϑῶν᾽" φρόνησις ἄρα τις κατὰ φύσιν ἡμῖν ἐστι τὸ τέλος καὶ τὸ φρονεῖν ἔσχατον οὗ χάριν γεγόναμεν. οὐκοῦν εἰ γεγόναμεν, 5 δῆλον ὅτι καὶ ἐσμὲν ἕνεκα τοῦ φρονῆσαί τι καὶ μαϑεῖν. e καλῶς ἄρα κατά ys τοῦτον τὸν λόγον Πυϑαγόρας εἴρηκεν ὡς ἐπὶ τὸ γνῶναί vs καὶ ϑεωρῆσαι πᾶς ἄν- ϑρωπος ὑπὸ τοῦ ϑεοῦ συνέστηκεν. ἀλλὰ τοῦτο τὸ γνωστὸν πότερον ὃ κόσμος ἐστὶν ἤ τις ἑτέρα φύσις, 10 σκεπτέον ἴσως ὕστερον, νῦν δὲ τοσοῦτον ἱκανὸν τὴν πρώτην ἡμῖν. εἰ γάρ ἐστι κατὰ φύσιν τέλος ἡ φρό- νησις, ἄριστον ἂν εἴη πάντων τὸ φρονεῖν. ὥστε τὰ μὲν ἄλλα δεῖ πράττειν ἕνεκα τῶν ἐν αὐτῷ γιγνομένων ἀγαϑῶν, τούτων δὲ αὐτῶν τὰ μὲν ἐν τῷ σώματι τῶν