15 ἐν (τῇ ψυχῇ, τὴν δὲ ἀρετὴν τῆς φρονήσεως" τοῦτο γάρ ἐστιν ἀκρότατον. τὸ δὲ ξητεῖν ἀπὸ πάσης ἐπι- στήμης ἕτερόν τι γενέσϑαι καὶ δεῖν χρησίμην αὐτὴν εἶναι, παντάπασιν ἀγνοοῦντός τινός ἐστιν ὅσον διέστηκεν ἐξ ἀρχῆς τὰ ἀγαϑὰ καὶ τὰ ἀναγκαῖα" διαφέρει γὰρ 90 πλεῖστον. τὰ μὲν γὰρ δι’ ἕτερον ἀγαπώμενα τῶν 59A. πραγμάτων, ὧν ἄνευ ζῆν ἀδύνατον, ἀναγκαῖα καὶ 1τ80κ. συναίτια λεκτέον, ὅσα δὲ δι᾿ αὑτά, κἂν ἀποβαίνῃ μηδὲν ἕτερον, ἀγαϑὰ κυρίως᾽ οὐ γὰρ δὴ τόδε μὲν αἱρετὸν διὰ τόδε, τόδε δὲ δι’ ἄλλο, τοῦτο δὲ εἰς 25 ἄπειρον οἴχεται ztgolóv, ἀλλ᾽ ἵσταταί που. γελοῖον οὖν ἥδη παντελῶς τὸ ξητεῖν ἀπὸ παντὸς ὠφέλειαν ἑτέραν παρ᾽ αὐτὸ τὸ πρᾶγμα, καὶ “τί οὖν ἡμῖν ὄφελος;᾽ καὶ “τί χρήσιμον: ἐρωτᾶν. ὡς ἀληϑῶς γάρ, ὅπερ λέγομεν, μ᾿ 7 τὸ] fort. τῷ || 18 τῇ addidit K | 91 ἀναγκαία.
PROTREPTICUS (c. IX). 53 οὐδὲν ἔοικεν ὃ τοιοῦτος εἰδότι καλὸν κἀγαϑὸν οὐδὲ τί αἴτιον τῷ διαγιγνώσκοντι καὶ συναίτιον. ἴδοι δ᾽ ἄν τις ὅτι παντὸς μᾶλλον ἀληϑῆ ταῦτα λέγομεν, εἴ τις ἡμᾶς οἷον εἰς μακάρων νήσους τῇ διανοίᾳ κομίσειεν. ἐχεῖ γὰρ οὐδενὸς χρεία οὐδὲ τῶν ἄλλων τινὸς ὄφελος ἂν γένοιτο, μόνον δὲ καταλείπεται τὸ διανοεῖσϑαι καὶ ϑεωρεῖν, ὅνπερ καὶ νῦν ἐλεύϑερόν φαμεν βίον εἶναι. εἰ δὲ ταῦτ᾽ ἐστὴν ἀληϑῆ, πῶς οὐκ ἂν αἰσχύνοιτο δικαίως ὅστις ἡμῶν ἐξουσίας γενομένης ἐν μακάρων οἰκῆσαι νήδοις ἀδύνατος εἴη δι’ ἑαυτόν: οὐκοῦν οὐ μεμπτὸς ὃ μισϑός ἐστι τῆς ἐπιστήμης τοῖς ἀνθρώποις, οὐδὲ μικρὸν τὸ γιγνόμενον ἀπ᾽ αὐτῆς ἀγαϑόν. ὥσπερ γὰρ τῆς δικαιοσύνης, ὥς φαδιν οἵ 6ogol τῶν ποιητῶν, ἐν "4i00v κομιξόμεϑα τὰς δωρεάς, οὕτω τῆς φρονήσεως ἐν μακάρων νήδοις, ὡς ἔοικεν. οὐδὲν οὖν δεινόν, ἂν μὴ φαίνηται χρησίμη οὖσα μηδ᾽ ὠφέλιμος οὐ γὰρ ὠφέλιμον ἀλλ᾽ ἀγαϑὴν αὐτὴν siva( φαμεν, οὐδὲ δι᾽ ἕτερον ἀλλὰ δι ἑαυτὴν αἱρεῖσϑαι αὐτὴν προσήκει.
ὥσπερ γὰρ εἰς Ὀλυμπίαν αὐτῆς ἕνεκα τῆς ϑέας ἀποδημοῦμεν, καὶ εἰ μηδὲν μέλλοι πλεῖον ἀπ᾿ αὐτῆς ἔσεσϑαι (αὐτὴ γὰρ ἡ ϑεωρία κρείττων πολλῶν ἐστι χρημάτων), καὶ τὰ Ζιονύσια δὲ ϑεωροῦμεν οὐχ ὡς ληψόμενοί τι παρὰ τῶν ὑποκριτῶν ἀλλὰ καὶ προσ- ϑέντες, πολλάς τε ἄλλας ϑέας ἑλοίμεϑα (ἂν) ἀντὶ πολλῶν χρημάτων" οὕτω καὶ τὴν ϑεωρίαν τοῦ παντὸς προτιμητέον πάντων τῶν δοκούντων εἶναι χρησίμων.
2 τῷ deleverim || 23 προσδόντες Diels. cf. Nauck ad V. P. 128 (p. 98, 19 Addend.) | 24 ἂν addidit K, nescio unde.
Q 20 25 54 IAMBLICHI οὐ γὰρ δήπου ἐπὶ μὲν ἀνθρώπους μιμουμένους γύναια καὶ δούλους, τοὺς δὲ μαχομένους καὶ ϑέοντας, δεῖ πορεύεσϑαι μετὰ πολλῆς σπουδῆς ἕνεκα τοῦ ϑεάσασϑαι αὐτούς, τὴν δὲ τῶν ὄντων φύσιν καὶ τὴν ἀλήϑειαν 5 οὐκ οἴεσϑαι δεῖν ϑεωρεῖν ἀμισϑί. οὕτω μὲν οὖν ἀπὸ τοῦ βουλήματος τῆς φύσεως ἐπιόντες προετρέψαμεν ἐπὶ τὸ φρονεῖν ὡς ἐπὶ ἀγαϑόν τε ὑπάρχον καὶ δι’ αὑτὸ τίμιον, κἂν μηδὲν ἀπ᾿ αὐτοῦ χρήσϊμον γίγνηται ὡς πρὸς τὸν ἀνθρώπινον βίον.
10 X. ᾿4λλὰ μὴν ὅτι ys καὶ ὠφελείας τὰς μεγίστας 1518. ἡμῖν πρὸς τὸν ἀνθρώπινον βίον παρέχεται ἡ ϑεωρητικὴ φρόνησις, εὑρήσει τις ῥαδίως ἀπὸ τῶν τεχνῶν. ὥσπερ 61A. γὰρ τῶν ἰατρῶν ὅσοι κομψοὶ καὶ τῶν περὶ τὴν γυ- μναστικὴν οἱ πλεῖστοι ὄχεδὸν ὁμολογοῦσιν ὅτι δεῖ τοὺς 15 μέλλοντας ἀγαϑοὺς ἰατροὺς ἔσεσϑαι καὶ γυμναστὰς περὶ φύσεως ἐμπείρους εἶναι, οὕτω καὶ τοὺς ἀγαϑοὺς νομοϑέτας ἐμπείρους εἶναι δεῖ τῆς φύσεως, καὶ πολύ ys μᾶλλον ἐκείνων. oí μὲν γὰρ τῆς τοῦ σώματος ἀρετῆς εἰσι δημιουργοὶ μόνον, oí δὲ περὶ τὰς τῆς 20 ψυχῆς ἀρετὰς ὄντες καὶ περὶ πόλεως εὐδαιμονίας καὶ κακοδαιμονίας διδάξειν προσποιούμενοι πολὺ δὴ μᾶλλον προσδέονται φιλοσοφίας. καϑάπερ γὰρ ἐν ταῖς ἄλλαις τέχναις ταῖς δημιουργικαῖς ἀπὸ τῆς φύσεως εὕρηται τὰ βέλτιστα τῶν ὀργάνων, οἷον ἐν τεκτονικῇ στάϑμη 5 καὶ κανὼν καὶ τόρνος t τὰ μὲν ὕδατι καὶ φωτὶ καὶ ταῖς αὐγαῖς τῶν ἀκτίνων ληφϑέντων, πρὸς ἃ κρίνοντες τὸ κατὰ τὴν αἴσϑησιν ἱχανῶς εὐθὺ καὶ λεῖον βασανίξο- 1 {τοὺς uiv) μιμουμ. Rose, at v. Sauppe ad Plat. Protag. p. 330 À. Vahlen ad Ar. Poet. 14475, 14 (p. 919) | 7 ἀγαϑόν τι scr. K | 21 διδάξειν in marg., ἐπάξειν in textu [| 25 τὰ uiv] τάλλζαν, iv? Vitelli: [τὰ] ἐν Diels | 26 ληφϑέντα coniecit veri- similiter K, scripsit autem ληφϑεισῶν.
μεν, ὁμοίως δὲ καὶ τὸν πολιτικὸν ἔχειν τινὰς ὅρους δεῖ ἀπὸ τῆς φύσεως αὐτῆς καὶ τῆς ἀληϑείας, πρὸς οὺς κρινεῖ τί δίκαιον καὶ τί καλόν καὶ τί συμφέρον. ὥσπερ γὰρ ἐκεῖ τῶν ὀργάνων ταῦτα διαφέρει πάντων, οὕτω καὶ νόμος κάλλιστος ὃ μάλιστα κατὰ φύσιν 5 κείμενος. τοῦτο δ᾽ οὐχ οἷόν τε μὴ φιλοσοφήσαντα δύνασϑαι ποιεῖν μηδὲ γνωρίσαντα τὴν ἀλήϑειαν. καὶ τῶν μὲν ἄλλων τεχνῶν τά τε ὄργανα καὶ τοὺς λογι- σμοὺς τοὺς ἀκριβεστάτους οὐκ ἀπ᾿ αὐτῶν τῶν πρώτων λαβόντες σχεδὸν ἴσασιν, ἀλλ᾽ ἀπὸ τῶν δευτέρων xol: τρίτων καὶ πολλοστῶν, τούς τε λόγους ἐξ ἐμπειρίας λαμβάνουσι: τῷ δὲ φιλοσόφῳ μόνῳ τῶν ἄλλων ám αὐτῶν τῶν ἀκριβῶν ἡ μίμησίς ἐστιν᾽ αὐτῶν γάρ ἐστι ϑεατής, ἀλλ᾽ οὐ μιμημάτων. ὥσπερ οὖν οὐδ᾽ oíxo- δόμος ἀγαϑός ἐστιν οὗτος ὅστις κανόνι μὲν μὴ χρῆται 15 μηδὲ τῶν ἄλλων μηδενὶ τῶν τοιούτων ὀργάνων, ἑτέροις δὲ οἰκοδομήμασι παραβάλλων, ὁμοίως ἴσως κἂν εἴ τις ἢ νόμους τίϑεται πόλεσιν ἢ πράττει πράξεις ἀποβλέπων καὶ μιμούμενος πρὸς ἕτέρας πράξεις ἢ πολιτείας ἀν- ϑρωπίνας “ακεδαιμονίων ἢ Κρητῶν 4j τινῶν ἄλλων 20 τοιούτων, οὐκ ἀγαϑὸς νομοϑέτης οὐδὲ σπουδαῖος" οὐ γὰρ ἐνδέχεται μὴ καλοῦ μίμημα καλὸν εἶναι, μηδὲ ϑείου καὶ βεβαίου τὴν φύσιν ἀϑάνατον καὶ βέβαιον, ἀλλὰ μόνον ὅτι μόνου τῶν δημιουργῶν τοῦ φιλοσόφου καὶ νόμοι βέβαιοι καὶ πράξεις εἰσὶν ὀρθαὶ καὶ καλαί. μόνος γὰρ πρὸς τὴν φύσιν βλέπων ξῇ καὶ πρὸς τὸ ϑεῖον. καὶ καϑάπερ ἂν εἰ κυβερνήτης τις ἀγαϑὸς ἐξ εῷ 5 εῷ 5 8 sqq. c£. Archyt. ap. Stob. Ecl. 148, 6 (p. 816, 9 sqq. Wachsm.).
18 πράττει Scripsi: πράττη. ex contrario τέθηται (immo τι- ϑῆται) scr. K, cf. Vahlen ad Ar. Poet. p. 1447*, 25 (p. 88?sq.) | 19 καὶ μιμούμενος delet Vitelli[ 24 μόνον] δῆλον Vitelli.
56 IAMBLICHI ἀιδίων καὶ uovíuov ἀναψάμενος τοῦ βίου τὰς ἀρχὰς δρμεῖ καὶ ξῇ xo9" ἑαυτόν. ἔστι μὲν οὖν θεωρητικὴ ἥδε ἡ ἐπιστήμη, παρέχει δ᾽ ἡμῖν τὸ δημιουργεῖν κατ᾽ αὐτὴν ἅπαντα. ὥσπερ γὰρ ἡ ὄψις ποιητικὴ μὲν καὶ δημιουργὸς 5 οὐδενός ἐστι (μόνον γὰρ αὐτῆς ἔργον ἐστὶ τὸ κρίνειν καὶ δηλοῦν ἕκαστον τῶν ὁρατῶν), ἡμῖν δὲ παρέχει τὸ πράττειν τι δι’ αὐτὴν καὶ βοηϑεῖ πρὸς τὰς πράξεις ἡμῖν τὰ μέγιστα (σχεδὸν γὰρ ἀκίνητοι παντελῶς ἂν εἶμεν στερηϑέντες αὐτῆς), οὕτω δῆλον ὅτι καὶ τῆς ἐπιστήμης 10 ϑεωρητικῆς οὔσης μυρία πράττομεν κατ᾽ αὐτὴν ὅμως ἡμεῖς, καὶ τὰ μὲν λαμβάνομεν τὰ δὲ φεύγομεν τῶν πραγ- μάτων, καὶ ὅλως πάντα τὰ ἀγαϑὰ δι’ αὐτὴν κτώμεϑα. XI. Ὅτι τοίνυν τοῖς ἑλομένοις τὸν κατὰ νοῦν βίον καὶ τὸ ξῆν ἡδέως μάλιστα ὑπάρχει, δῆλον ἂν γένοιτο ἐν- 15 τεῦϑεν. φαίνεται διττῶς λέγεσϑαι τὸ ξῆν, τὸ μὲν κατὰ δύναμιν τὸ δὲ κατ᾽ ἐνέργειαν" δρῶντα γὰρ εἶναί φαμεν ὅσα vs ἔχει τῶν ξῴων ὄψιν καὶ δυνατὰ πέφυκεν ἰδεῖν, κἂν μύοντα τυγχάνῃ, καὶ τὰ χρώμενα τῇ δυνάμει καὶ προσβάλλοντα τὴν ὄψιν. ὁμοίως δὲ καὶ τὸ ἐπίστασϑαι 94 Α.
20 καὶ τὸ γιγνώσκειν, ἕν μὲν τὸ χρῆσϑαι καὶ ϑεωρεῖν λέγομεν, ἕν δὲ τὸ κεκτῆσϑαι τὴν δύναμιν καὶ τὴν ἐπιστήμην ἔχειν. εἰ τοίνυν τῷ μὲν αἰσϑάνεσϑαι τὸ ξῆν διακρίνομεν καὶ τὸ μὴ ξῆν, τὸ δ᾽ αἰσϑάνεσϑαι διττόν, κυρίως μὲν τὸ χρῆσϑαι ταῖς αἰσϑήσεσιν ἄλλως 35 δὲ τὸ δύνασϑαι (διόπερ φαμὲν αἰσϑάνεσϑαι * ** καὶ 98 sqq. cf. Arist. Top. E 2. 1295, 88 sqq.
2 ὁρμεῖ Vitelli: ógu& | 8 εἶμεν apogr. Franeq. teste À: μεν || 24 τὸ ante γρῆσϑαι et 25 ante δυνασϑαι scripsit K: vo utrobique Ι 25 ante καὶ lacunam statuit Vitelli explendam fere (xal τὸν ἐγρηγορότα καὶ τὸν καϑεύδοντα, διὰ τὸ δύνασϑαι εἰς αἴσθησιν μεταβάλλειν αἰσϑάνεσθαιν.
PROTREPTICUS (c. X. XI). δή τὸν χαϑεύδοντα λέγοντες, ὡς ἔοικε), δῆλον ὅτι καὶ τὸ ξῆν ἀκολουϑήδει διττῶς λεγόμενον᾽ τὸν μὲν γὰρ ἐγρη- γορότα φατέον ξῆν ἀληϑῶς καὶ κυρίως, τὸν δὲ καϑεύ- δοντα διὰ τὸ δύνασϑαι μεταβάλλειν εἰς ταύτην τὴν κίνησιν, καϑ᾽ ἣν λέγομεν ἐγρηγορέναι τε καὶ τῶν πραγ- μάτων αἰσθάνεσθαί τινος. διὰ τοῦτο καὶ εἰς τοῦτο βλέποντες, ὅταν οὖν λέγηταί τι ταὐτὸν ἑκάτερον δυοῖν ὄντοιν, ἦ δὲ ϑάτερον λεγόμενον i] τὸ ποιεῖν ἢ τὸ πά- ὄχειν, τούτῳ μᾶλλον ἀποδώσομεν ὑπάρχειν τὸ λεχϑέν, οἷον ἐπίστασϑαι μὲν μᾶλλον τὸν χρώμενον τοῦ τὴν ἐπιστήμην ἔχοντος, ὁρᾶν δὲ τὸν προσβάλλοντα τὴν ὄψιν τοῦ δυναμένου προσβάλλειν. οὐ γὰρ μόνον τὸ μᾶλλον λέγομεν x«9' ὑπεροχὴν ὧν ἂν εἷς ἡ λόγος, ἀλλὰ καὶ κατὰ τὸ πρότερον εἶναι τὸ δὲ ὕστερον, οἷον τὴν ὑγείαν τῶν ὑγιεινῶν μᾶλλον ἀγαϑὸν εἶναί φαμεν, καὶ τὸ x«9' αὑτὸ τὴν φύσιν αἱρετὸν τοῦ ποιητικοῦ. καίτοι τόν γε λόγον δρῶμεν ὡς οὐχ ἧ ἐστι κατηγορού- μενος ἀμφοῖν. ὅτι ἀγαϑὸν ἑκάτερον ἐπί τε τῶν ὠφε- λίμων καὶ τῆς ἀρετῆς. καὶ ξῆν ἄρα μᾶλλον φατέον 5 15 τὸν ἐγρηγορότα τοῦ καϑεύδοντος καὶ τὸν ἐνεργοῦντα 530 τῇ ψυχῇ τοῦ μόνον ἔχοντος" διὰ γὰρ ἐκεῖνον xol τοῦ- τον ξῆν φαμεν, ὅτι τοιοῦτός ἐστιν οἷος ἐκεῖνος πάσχειν ἢ ποιεῖν. οὐκοῦν τό ys χρῆσϑαι παντὶ τοῦτ᾽ ἐστίν, ὅταν εἰ μὲν ἑνὸς ἡ δύναμίς ἐστι, τοῦτο αὐτὸ πράττῃ τις. εἰ δὲ πλειόνων τὸν ἀριϑμόν, ὃ ἂν τούτων τὸ βέλ- 56 τιστον, οἷον αὐλοῖς, ἤτοι μόνον ὅταν αὐλῇ χρῆταί τις ἢ μάλιστα' ἴσως γὰρ ἐπὶ τούτῳ καὶ τὰ τῶν ἄλλων.
8 ἢ τὸ utrobique Α: ἢ τῶ | 14 κατὰ τὸ {τὸ μὲν exspectes, at cf. ad p. 64, 1 | 17 οὐχ ἡ Vitelli: οὐχὶ | 18 de ὅτε post ὡς v. Bonitz, Ind. Aristot. p. 8725, 1 sqq. | 22 fort. οἷος ζὡς £xsi- vog vel οἷος ἐκείνως.
58 IAMBLICHI οὐκοῦν καὶ μᾶλλον χρῆσϑαι τὸν ὀρθῶς χρώμενον ga- τέον᾽ τὸ γὰρ ἐφ᾽ à καὶ Og πέφυκεν ὑπάρχειν τῷ χρω- μένῳ καλῶς καὶ ἀκριβῶς. ἔστι δὴ καὶ ψυχῆς ἥτοι μόνον ἣ μάλιστα πάντων ἔργον τὸ διανοεῖσϑαί ve καὶ 5 λογέξεσϑαι. ἁπλοῦν ἄρα ἤδη τοῦτο καὶ παντὶ συλλογί- ξεόϑαι ῥάδιον ὅτι ξῇ μᾶλλον Ó διανοούμενος ὀρϑῶς καὶ μάλιστα πάντων ὃ μάλιστα ἀληϑεύων, οὗτος δέ το6κ. ἐστιν ὃ φρονῶν καὶ ϑεωρῶν κατὰ τὴν ἀκριβεστάτην ἐπιστήμην καὶ τό γε τελέως ξῆν τότε καὶ τούτοις 10 ἀποδοτέον, τοῖς φρονοῦσι καὶ τοῖς φρονίμοις. εἰ δὲ 66A. τὸ ξῆν ἐστι τῷ ξῴῳ γε ταὐτὸν παντὶ ὅπερ εἶναι, δῆλον ὅτι κἂν εἴη γε μάλιστα καὶ κυριώτατα πάντων ὃ φρόνι- μος, καὶ τότε μάλιστα τοῦ χρόνου παντὸς ὅταν ἐνεργῇ καὶ τυγχάνῃ ϑεωρῶν τὸ μάλιστα τῶν ὄντων γνώριμον.
15 ἀλλὰ μὴν ij γε τελεία ἐνέργεια καὶ ἀκώλυτος ἐν ἑαυτῇ ἔχει τὸ χαίρειν, ὥστε ἂν εἴη ἡ ϑεωρητικὴ ἐνέργεια πασῶν ἡδίστη. ἔτι τοίνυν ἕτερόν ἐστιν τὸ ἡδόμενον πίνειν καὶ τὸ ἡδέως πίνειν" οὐδὲν γὰρ κωλύει μὴ διψῶντά τινα μηδὲ οἵῳ χαίρει πόματι προδφερόμενον 50 πίνοντα χαίρειν, μὴ τῷ πίνειν ἀλλὰ τῷ συμβαίνειν ἅμα ϑεωρεῖν ἢ ϑεωρεῖσϑαν καϑήμενον. οὐκοῦν τοῦ- vov ἥδεσϑαι μὲν καὶ ἡδόμενον πίνειν φήδομεν., ἀλλ᾽ οὐ τῷ πίνειν οὐδὲ ἡδέως πίνειν. οὐκοῦν οὕτως καὶ βάδισιν καὶ καϑέδραν καὶ μάθησιν καὶ πᾶσαν κίνησιν 36 ἐροῦμεν ἡδεῖαν ἢ λυπηράν, οὐχ ὅσων συμβαίνει λυπεῖ- 168 Ἑ, σϑαι παρουσῶν ἡμᾶς ἢ χαίρειν, ἀλλ᾽ ὧν τῇ παρουσίᾳ καὶ λυπούμεϑα πάντες καὶ χαίρομεν. καὶ ξωὴν οὖν ἡδεῖαν ὁμοίως ἐροῦμεν, ἧς ἡ παρουσία τοῖς ἔχουσιν 2 ᾧ καὶ ὡς Vitelli: ὃ καὶ ὡς zéquxsv, ὑπάρχει scripse- rat Kit τῷ ξώῳ A: τὸ foo.
PROTREPTICUS (c. XI. XII). 59 ἡδεῖα, καὶ ξῆν ἡδέως οὐ πάντας ὅσοις ξῶσι συμβαίνει χαίρειν, ἀλλ᾽ οἷς αὐτὸ τὸ ξῆν ἡδὺ καὶ χαίρουσι τὴν ἀπὸ ξωῆς ἡδονήν. οὐχοῦν τὸ ξῆν ἀποδίδομεν τῷ μὲν €1 A. ἐγρηγορότι μᾶλλον ἢ τῷ καϑεύδοντι, τῷ φρονοῦντι 0$ ἢ τῷ ἄφρονι μᾶλλον, τὴν δ᾽ ἀπὸ ξωῆς ἡδονὴν τὴν ἀπὸ τῆς χρήσεως γιγνομένην φαμὲν εἶναι τῆς ψυχῆς" τοῦτο γάρ ἐστι τὸ ξῆν ἀληϑῶς. εἰ τοίνυν καὶ πολλαὶ ψυχῆς εἰσι χρήσεις, ἀλλὰ κυριωτάτη ys πασῶν ἡ τοῦ φρονεῖν ὅ τι μάλιστα. δῆλον τοίνυν ὅτι καὶ τὴν γιγνο- μένην ἀπὸ τοῦ φρονεῖν. καὶ ϑεωρεῖν ἡδονὴν ἢ μόνην 1 ἢ μάλιστα ἀναγκαῖον ἀπὸ τοῦ ξῆν εἶναι. τὸ ξῆν ἄρα ἡδέως καὶ τὸ χαίρειν ὡς ἀληϑῶς ἤτοι μόνοις ἣ μάλιστα ὑπάρχει τοῖς φιλοσόφοις. ἡ γὰρ τῶν ἀληϑεστάτων νοήδεων ἐνέργεια καὶ ἀπὸ τῶν μάλιστα ὄντων πληρου- 170 K. μένη καὶ στέγουσα ἀεὶ μονίμως τὴν ἐνδιδομένην τελειό- τητα, αὕτη πασῶν ἐστι καὶ πρὸς εὐφροσύνην ἀνυσιμω- τάτη. ὥστε καὶ δι’ αὐτὸ τὸ χαίρειν τὰς ἀληϑεῖς καὶ ἀγαϑὰς ἡδονὰς φιλοσοφητέον ἐστὶ τοῖς νοῦν ἔχουσιν. XII. Εἰ δὲ δεῖ μὴ μόνον ἀπὸ τῶν μερῶν τοῦτο συλλογίσασϑαι, ἀλλὰ καὶ ἀπὸ τῆς ὅλης εὐδαιμονίας ἄνω- 30 ὃὲεν τὸ αὐτὸ κατασκευάσαι, λέγωμεν διαρρήδην ὅτι δὴ ὡς ἔχει πρὸς εὐδαιμονίαν τὸ φιλοσοφεῖν, οὕτω καὶ πρὸς τὸ σπουδαῖον ἡμῖν ἢ φαῦλον εἶναι αὐτὸ διακεῖσθαι. πάντα γὰρ τὰ μὲν πρὸς τοῦτο τὰ δὲ διὰ τοῦτο πᾶσιν 68. αἱρετέον εἶναι, καὶ τὰ μὲν ὡς ἀναγκαῖα τῶν πραγμά- 25 των τὰ δὲ ἡδέα δι’ ὧν εὐδαιμονοῦμεν. οὐκοῦν τὴν εὐδαιμονίαν τιϑέμεϑα ἤτοι φρόνησιν εἶναι καί τινα σοφίαν ἢ τὴν ἀρετὴν ἢ τὸ μάλιστα χαίρειν (ἢ) πάντα Q 5 Q 5 23 ἡμῖν (u&Alov) ἢ coni. K: verisimilius v. 22 εὐδαιμονίαν (1 κακοδαιμονίαν» conicias, sed neutrum necessarium videtur | 95 εἶναι induxerim | 28 ἢ extremum addidit Vulcanius.
60 IAMBLICHI ταῦτα. οὐκοῦν εἴτε φρόνησίς ἐστι, φανερὸν ὅτι μόνοις ἂν ὑπάρχοι τοῖς φιλοσόφοις τὸ ζῆν εὐδαιμόνως. εἴτε 1128. ἀρετὴ ψυχῆς ἢ τὸ χαίρειν, κἂν οὕτως ἢ μόνοις ἢ μάλιστα πάντων᾽ ἀρετὴ γάρ ἐστι τὸ κυριώτατον τῶν ἐν ἡμῖν, ἥδιστόν τε πάντων ἐστὶν ὡς ἕν πρὸς ὃν ἡ φρόνησις. ὁμοίως δὲ κἂν ταῦτα πάντα ταὐτὰ φῇ τις εἶναι τὴν εὐδαιμονίαν, ὁριστέον ἐστὶ τὸ φρονεῖν. ὥστε φιλοδοφητέον ἂν εἴη πᾶσι τοῖς δυναμένοις" ἢ γάρ τοι τοῦτ᾽ ἐστὶ τὸ τελέως εὖ Civ, ἢ μάλιστά γε πάντων ὡς 10 ὃν εἰπεῖν αἴτιον ταῖς ψυχαῖς. ἀλλ᾽ ἐνταῦϑα μὲν διὰ . φὸ παρὰ φύσιν ἴσως εἶναι τὸ γένος ἡμῶν χαλεπὸν τὸ μανϑάνειν τι καὶ δχοπεῖν ἐστι, καὶ μόλις αἰσϑάνοιτο, διὰ τὴν ἀφυΐαν καὶ τὴν παρὰ φύσιν tojv: ἂν δέ ποτε δυνηϑῶμεν σωϑῆναι πάλιν ὅϑεν ἐληλύϑαμεν, δῆ- 15 Aov ὡς ἥδιον καὶ δᾷον αὐτὸ ποιήδομεν πάντες. νῦν μὲν γὰρ ἀφειμένοι τῶν ἀγαϑῶν διατελοῦμεν πράττον- τες τὰ ἀναγκαῖα, καὶ μάλιστα πάντων oí μάλιστα μα- κάριοι δοκοῦντες εἶναι τοῖς πολλοῖς᾽ ἐὰν δὲ τῆς οὐρα- νίας ὁδοῦ λαβώμεϑα καὶ ἐπὶ τὸ σύννομον ἄστρον τὴν 114. 20 ζωὴν τὴν ἑαυτῶν ἀπερείσωμεν, τότε φιλοδοφήδομεν ξῶντες ἀληϑῶς καὶ ϑεώμενοι ϑεωρίας ἀμηχάνους τὸ κάλλος, ἀτενίξοντες τῇ ψυχῇ πρὸς τὴν ἀλήϑειαν ἀρα- ρότως καὶ ϑεώμενοι τὴν τῶν ϑεῶν ἀρχήν, εὐφραινό- μενοι καὶ χαίροντες συνεχῶς ἀπὸ τοῦ ϑεωρεῖν, ἡδόμενοι οι οι 19 ἐπὶ τὸ σύνν. ἄστρον] cf. Plat. Tim. p. 42 B. | 21 sq. cf. Plat. Civit. X p. 616 ἃ ϑέας ἀμηχάνους τὸ κάλλος.
7 αἱρετέον emendat Vulcanius | 12 (&v» αἰσθάνοιτο scri- bendum: τὰς addi voluit A, quo facile carebimus (cf. Bonitz, Ind. Arist. p. 589b, 47 8qq.). conicias etiam plura excidisse post αἰσθάνεσθαι || 19 σύννομον À in Castigatt.: σύνομον in textu et rurs. in marg.
PROTREPTICUS (c. XII. XIII). 61 χωρὶς πάσης λύπης. οὕτως οὖν ἐπιόντες sig πᾶσαν εὐδαιμονίαν εὑρίδκομεν ἡμῖν συμβαλλόμενον τὸ φιλο- 6ogsiv* διόπερ αὐτοῦ ἀντιλαμβάνεσθαι ἄξιον ὡς σπου- δαιοτάτου καὶ μάλιστα ἡμῖν προσήκοντος.
XIIL Εἰ δὲ δεῖ καὶ ἀπὸ τῶν περὶ φιλοσοφίας ἐννοιῶν ποιήσασθαί τινα ἐπὶ τοῦτο παράκλησιν, ἴϑι δὴ καὶ ἀπὸ τούτων ἐπέλθωμεν οὑτωσί. κινδυνεύου- σιν ὅσοι τυγχάνουσιν ὀρϑῶς ἁπτόμενοι φιλοσοφίας λεληϑέναι τοὺς ἄλλους, ὅτι οὐδὲν ἄλλο αὐτοὶ ἐπιτη- δεύουσιν ἢ ἀποϑνήσκειν τε καὶ τεϑνάναι. καὶ μάλα εἰκότως. λέληϑε γὰρ τοὺς πολλοὺς 9 τε ϑανατῶσι καὶ ἧ ἄξιοί εἰσι ϑανάτου καὶ οἵου ϑανάτου οἵ ὡς ἀληϑῶς φιλόσοφοι. ϑάνατος μὲν οὖν ἐστιν οὐκ ἄλλο τι ἢ ἡ τῆς ψυχῆς ἀπὸ τοῦ σώματος ἀπαλλαγή, καὶ ἔστι τοῦτο τὸ τεϑνάναι, χωρὶς μὲν ἀπὸ τῆς ψυχῆς ἀπαλλαγὲν αὐτὸ xoO0' αὑτὸ τὸ σῶμα γεγονέναι, χω- olg δὲ τὴν ψυχὴν τοῦ σώματος ἀπαλλαγεῖσαν αὐτὴν καϑ'᾿ αὑτὴν εἶναι. τούτου δὴ οὖν οὕτως ἔχοντος, εἰκότως δὴ οὐκ ἔστι φιλοσόφου ἀνδρὸς ἐσπουδακέναι περὶ τὰς ἡδονὰς καλουμένας τὰς τοιάσδε, οἷον σίτων τε καὶ ποτῶν, οὐδὲ τὰς τῶν ἀφροδισίων" ἀλλ᾽ οὐδὲ τὰς ἄλλας τὰς περὶ τὸ σῶμα ϑεραπείας ἐντίμους ἡγή- δεται ὃ τοιοῦτος, οἷον ἱματίων διαφερόντων κτήσεις καὶ ὑποδημάτων, καὶ τοὺς ἄλλους καλλωπισμοὺς τοὺς 5 20 περὶ τὸ σῶμα οὐ τιμᾷ, ἀτιμάξει δὲ καϑόσον μὴ πολλὴ $5 ἀνάγκη μετέχειν αὐτῶν. ὅλως δοκεῖ ἧ τοῦ τοιούτου πραγματεία οὐ περὶ τὸ σῶμα εἷναι, ἀλλὰ καϑόσον 5 περὶ tuentur etiam summaria p. 4, 24 | 6 τοῦτο Scaliger: τούτου.
62 IAMBLICHI 62 IAMBLICHI δύναται ἀφεστάναι αὐτοῦ, πρὸς δὲ τὴν ψυχὴν τετρά- φϑαι. καὶ ἐν τοῖς τοιούτοις οὖν δῆλός ἐστιν Ó φιλό- 60pog ἀπολύων ὅτι μάλιστα τὴν ψυχὴν ἀπὸ τῆς τοῦ σώματος κοινωνίας διαφερόντως τῶν ἄλλων ἀνθρώπων. 5 καὶ δοκεῖ γέ που διὰ τοῦτο τοῖς πολλοῖς ἀνθρώποις, ὦ μηδὲν ἡδὺ τῶν τοιούτων μηδὲ μετέχει αὐτῶν, οὐκ ἄξιον εἶναι ξῆν, ἀλλ᾽ ἐγγύς τι τείνειν τοῦ τεϑνάναι ὁ μηδὲν φροντίξων τῶν ἡδονῶν aV διὰ τοῦ σώματός εἰσι. καὶ μὴν περί γε αὐτὴν τὴν τῆς φρονήδεως 10 χτῆσιν ἐμπόδιον τὸ σῶμα, ἐάν τις αὐτὸ ἐν τῇ ξητήσει κοινωνὸν συμπαραλαμβάνῃ. οἷον τὸ τοιόνδε λέγω" οὐκ ἔχει ἀλήϑειάν τινα ὄψις τε καὶ ἀκοὴ τοῖς ἀνθρώ- ποιφ᾽ τὰ γὰρ τοιαῦτα οἵ ποιηταὶ ἀεὶ ἡμῖν ϑρυλλοῦσιν, ὅτι οὔτε ἀκούομεν ἀκριβὲς οὐδὲν οὔτε ὁρῶμεν. καίτοι 15 εἰ αὗται τῶν περὶ τὸ σῶμα αἰσϑήσεων μὴ ἀκριβεῖς εἰσι μηδὲ σαφεῖς, σχολῇ αἵ γε ἄλλαι" πᾶσαι γάρ που τούτων φαυλότεραί εἶσιν. οὐκοῦν εἰ 1) ψυχὴ τῆς ἀλη- . 9eíag ἀποτυγχάνει, ὅταν μετὰ τοῦ σώματος ἐπιχειρῇ τι σκοπεῖν (δῆλον γὰρ ὅτι τότε ἐξαπατᾶται ὑπ᾽ αὐτοῦ), 20 πάντως που ἐν τῷ λογίζεσθαι, εἴπερ που ἄλλοϑι, κατάδηλον αὐτῇ γίγνεταί τι τῶν ὄντων. λογίξεται δέ γέ που τότε κάλλιστα, ὅταν αὐτὴν τούτων μηδὲν παρα- λυπῇ, μήτε ἀκοὴ μήτε ὄψις μήτε ἀλγηδὼν μηδέ τις ἡδονή, ἀλλ᾽ ὅτι μάλιστα αὐτὴ καϑ' αὑτὴν γίγνηται 25 ἐῶσα χαίρειν τὸ σῶμα, καὶ καϑόδον δύνηται μὴ κοινω- νοῦσα αὐτῷ μηδὲ ἁπτομένη ὀρέγηται τοῦ ὄντος. οὐκ- οὖν καὶ ἐνταῦϑα ἡ τοῦ φιλοσόφου ψυχὴ μάλιστα ἀτιμάξει τὸ σῶμα καὶ φεύγει ἀπ᾽ αὐτοῦ, ξητεῖ δὲ αὐτὴ καϑ' αὑτὴν γίγνεσθαι.
29 που τότε PK: ποῦ (sic) ποτε ||?5 δύναται P.
μι PROTREPTICUS (c. XIII). 63 ΜΜάλιστα δὲ ἔσται τοῦτο δῆλον ἀπὸ τῆς τῶν εἰδῶν ϑεωρίας. τὸ γὰρ δίκαιον αὐτὸ καὶ καλὸν καὶ ἀγαϑὸν καὶ πάντα οἷς ἐπισφραγιξόμεϑα τὸ ὅ ἐστιν, οὐδεπώποτέ τις τοῖς ὀφθαλμοῖς εἶδεν, οὐδὲ ἄλλῃ τινὶ αἰσϑήσει τῶν διὰ τοῦ σώματος ἐφήψατο αὐτῶν, ἀλλ᾽ ὃς ἂν ὃ μάλιστα ἡμῶν καὶ ἀκριβέστατα παρασκευάσηται αὐτὸ ἕχαστον διανοηϑῆναι περὶ οὗ σκοπεῖ, οὗτος ἂν ἐγγύ- τατὰ ἴοι τοῦ γνῶναι ἕκαστον. οὐκοῦν ἐκεῖνος ἂν τοῦτο ποιήσειεν καϑαρώτατα, ὅστις ὅ τι μάλιστα αὐτῇ τῇ διανοίᾳ ἴοι ἐφ᾽ ἕκαστον, μήτε τὴν ὄψιν παρατιϑέμενος 10 ἐν τῷ διανοεῖσθαι μήτε ἄλλην αἴσϑησιν ἐφέλκων μηδε- μίαν μετὰ τοῦ λογισμοῦ, ἀλλ᾽’ αὐτῇ καϑ᾽ αὑτὴν εἰλι- κρινεῖ τῇ διανοίᾳ χρώμενος αὐτὸ xo9' αὑτὸ εἰλικρινὲς ἕκαστον ἐπιχειροίη ϑηρεύειν τῶν ὄντων, ἀπαλλαγεὶς ὅ τι μάλιστα ὀφθαλμῶν τε καὶ ὥτων καὶ ὥς ἔπος εἰπεῖν 15 ξύμπαντος τοῦ σώματος, ὡς ταράττοντος καὶ οὐκ ἐῶντος τὴν ψυχὴν κτήσασϑαι ἀλήϑειάν τε καὶ φρόνησιν, ὅταν κοινωνῇ. οὗτος γάρ ἐστιν, εἴπερ τις ἄλλος, ὃ τευξό- μενος τοῦ ὄντος. ἀνάγκη δὴ οὖν ἐκ πάντων τούτων παρίστασϑαι δόξαν τοιάνδε τινὰ τοῖς γνησίοις φιλο- 30 δόφοις, ὥστε καὶ πρὸς ἀλλήλους τοιαῦτα ἄττα λέγειν, ὅτι κινδυνεύει τι ὥσπερ ἀτραπὸς ἐκφέρειν ἡμᾶς μετὰ τοῦ λόγου ἐν τῇ σκέψει, ὅτι, ἕως ἂν τὸ σῶμα ἔχωμεν καὶ ξυμπεφυρμένη (ἦΣ) ἡμῶν ἡ ψυχὴ μετὰ τοιούτου κακοῦ, οὐ μήποτε χτησώμεϑα ἱκανῶς οὗ ἐπιϑυμοῦμεν᾽ 35 φαμὲν δὲ τοῦτο εἶναι τὸ ἀληϑές. μυρίας μὲν γὰρ ἡμῖν ἀσχολίας παρέχει τὸ σῶμα διὰ τὴν ἀναγκαίαν 3 οὐδὲ πώποτε, ut solet | 21 ἄττα | 22 τοι vel τις Platonis codd. || 24 7 ex P addidit A || 26 κτησόμεϑα Scaliger.
64 IAMBLICHI 64 IAMBLICHI τροφήν᾽ ἔτι δὲ ἄν τινες νόσοι προσπέσωσιν, ἐμποδί- ξουσιν ἡμῶν τὴν τοῦ ὄντος ϑήραν. ἐρώτων δὲ καὶ ἐπιϑυμιῶν καὶ φόβων καὶ εἰδώλων παντοδαπῶν καὶ φλυαρίας ἐμπίπλησιν ἡμᾶς, ὥστε τὸ λεγόμενον ὡς 5 ἀληϑῶς τῷ ὄντι ὑπ᾽ αὐτοῦ οὐδὲ φρονῆσαι ἡμῖν ἐγγίέ- γνεται οὐδέποτε οὐδέν. καὶ γὰρ πολέμους καὶ στάσεις καὶ μάχας οὐδὲν ἄλλο παρέχει ἢ τὸ σῶμα καὶ αἷ τού-- του ἐπιϑυμίαι. διὰ γὰρ τὴν τῶν χρημάτων κτῆσιν πάντες oí πόλεμοι γίνονται, τὰ δὲ χρήματα ἀναγκα- 10 ξόμεϑα κτᾶσϑαι διὰ τὸ σῶμα, δουλεύοντες τῇ τούτου ϑεραπεία᾽ καὶ ἐκ τούτου ἀσχολίαν ἄγομεν φιλοσοφίας πέρι διὰ πάντα ταῦτα. τὸ δὲ ἔσχατον πάντων ὅτι, ἐάν τις ἡμῖν καὶ δχολὴ γένηται ἀπ᾿ αὐτοῦ καὶ τρα- πώμεϑα πρὸς τὸ σκοπεῖν τι, ἐν ταῖς ξητήσεσιν αὖ 15 πανταχοῦ παραπῖπτον ϑόρυβον παρέχει καὶ ταραχὴν καὶ ἐκπλήττει, ὥστε μὴ δύνασϑαι ὑπ’ αὐτοῦ καϑορᾶν τἀληϑές, ἀλλὰ τῷ ὄντι ἡμῖν δέδεικται ὅτι, εἰ μέλλομέν 186 ποτὲ καϑαρῶς τι εἴσεσθαι, ἀπαλλακτέον αὐτοῦ καὶ αὐτῇ τῇ ψυχῇ ϑεατέον αὐτὰ và πράγματα᾽ καὶ τότε, 20 ὧς ἔοικεν, ἡμῖν ἔσται οὗ ἐπιϑυμοῦμέν τε καί φαμεν ἐρασταὶ εἶναι, φρόνησις, ἐπειδὰν τελευτήσωμεν, ὡς ὃ λόγος σημαίνει, ξῶσι δὲ οὔ. εἰ γὰρ μὴ οἷόν ve μετὰ τοῦ σώματος μηδὲν καϑαρῶς γνῶναι, δυοῖν τὰ ἕτερα, ἢ οὐδαμοῦ ἔστι κτήσασϑαι τὸ εἰδέναι ἢ τελευτήσασι" 25 τότε γὰρ αὐτὴ xa$9' αὑτὴν ἔσται ἡ ψυχὴ χωρὶς τοῦ σώματος, πρότερον δὲ οὔ. καὶ ἐν ᾧ ἂν ξῶμεν, οὕτως ὡς ἔοικεν ἐγγυτάτω ἐσόμεϑα τοῦ εἰδέναι, ἐὰν ὅ τι μάλιστα μηδὲν ὁμιλῶμεν τῷ σώματι μηδὲ κοινωνῶμεν, ὅ τι μὴ πᾶσα ἀνάγκη, μηδὲ ἀναπιμπλώμεϑα τῆς τούτου PROTREPTICUS (c. XIII). 65 φύσεως ἀλλὰ καϑαρεύωμεν ἀπ᾽ αὐτοῦ, ἕως ἂν ὃ ϑεὸς αὐτὸς ἀπολύσῃ ἡμᾶς. καὶ οὕτω μὲν καϑαροὶ ἀπαλλατ- τόμενοι τῆς τοῦ σώματος ἀφροσύνης, ὡς τὸ εἰκός, μετὰ τοιούτων ἐσόμεϑα καὶ γνωσόμεθα δι’ ἡμῶν αὐτῶν πᾶν τὸ εἰλικρινές τοῦτο δ᾽ ἐστὶν ἴσως τὸ ἀληϑές. μὴ καϑαρῷ γὰρ καϑαροῦ ἐφάπτεσϑαι μὴ οὐ ϑεμιτὸν 1. κάϑαρσις δὲ τοῦτο ξυμβαίνει, ὕπερ πάλαι ἐν τῷ λόγῳ λέγεται, τὸ χωρίζειν ὅ τι μάλιστα ἀπὸ τοῦ σώματος 5A. τὴν ψυχὴν καὶ ἐθίσαι αὐτὴν καϑ' αὑτὴν πανταχόϑεν ἐκ τοῦ σώματος δσυναγείρεσϑαί τε xol ἀϑροίξεσϑαι, καὶ οἰκεῖν κατὰ τὸ δυνατὸν καὶ ἐν τῷ νῦν παρόντι καὶ ἐν τῷ ἔπειτα μόνην xo9' αὑτήν, ἐκλυομένην ὥσπερ ἐκ δεσμῶν ἐκ τοῦ σώματος. τοῦτο δὲ ϑάνατος ὀνο- μάξεται, λύσις καὶ χωρισμὸς ψυχῆς ἀπὸ σώματος. λύειν δέ γε αὐτήν, ὥς φαμεν, προϑυμοῦνται ἀεὶ μά- λιστα καὶ μόνοι οἵ φιλοσοφοῦντες ὀρϑῶς, καὶ τὸ μελέ- τημα αὐτὸ τοῦτό ἐστι τῶν φιλοσόφων, λύσις καὶ χωρι- σμὸς ψυχῆς ἀπὸ σώματος. ὥστε τὸ μέγιστον ἡμῖν ἀγαϑὸν ἡ φιλοδοφία παρέχουσα, τὴν ἀπαλλαγὴν τῶν ἐν τῇ ψυχῇ καὶ γενέσει δεσμῶν, περισπούδαστος ἂν εἴη διαφερόντως.
᾿4λλὰ μὴν καὶ ἡ ὀνομαξομένη ἀνδρεία τοῖς οὕτω διακειμένοις μάλιστα προδήκει, καὶ ἣ σωφροσύνη. ἣν καὶ οὗ πολλοὶ ὀνομάξουσι σωφροσύνην, τὸ περὶ τὰς ἐπιϑυμίας μὴ ἐπτοῆσϑαι ἀλλ᾽ ὀλιγώρως ἔχειν καὶ 2 οὗτοϊ || 6 sq. ϑεμιτὸν ἧ. κάθαρσις (ex P) Cobet: ϑεμιτόν. ἡ «&9.|| 7 τοῦὐτὸ et 8 10 | B μάλιστα (ex P) Scaliger: «a9 αὖ- τὴν | 16 μόνοι PK: μόνην: an uóvov?
IAMBLIOHI PROTREPT. b Q μι 0 20 66 IAMBLICHI κοσμίως, τούτοις μόνοις προσήκει, τοῖς μάλιστα τοῦ σώματος ὀλιγωροῦσί τε καὶ ἐν φιλοσοφίᾳ ξῶσιν. εἰ γὰρ ἐθέλεις ἐννοῆσαι τήν γε τῶν ἄλλων ἀνδρείαν τε καὶ σωφροσύνην, δόξει σοι εἶναι ἄτοπος. οἶσϑα γὰρ 5 δήπου ὅτι τὸν ϑάνατον ἡγοῦνται πάντες οἵ ἄλλοι τῶν μεγάλων κακῶν. οὐκοῦν φόβῳ μειξόνων ὑπομένουσιν αὐτῶν οἵ ἀνδρεῖοι τὸν ϑάνατον, ὅταν ὑπομένωσι. τῷ δεδιέναι ἄρα καὶ δέει ἀνδρεῖοί εἰσι πάντες πλὴν οἵ φιλόσοφοι. καίτοι ἄλογόν ys δέει τινὰ καὶ δειλίᾳ 10 ἀνδρεῖον εἶναι. τί δὲ oí κόσμιοι αὐτῶν; οὐ ταὐτὸν τούτῳ πεπόνϑασιν; ἀκολασίᾳ τινὶ σώφρονές εἰσι; καί- τοι φαμέν γε ἀδύνατον εἶναι, ἀλλ᾽ ὅμως αὐτοῖς συμ- βαίνει τούτῳ ὅμοιον τὸ πάϑος τὸ περὶ ταύτην τὴν εὐήϑη σωφροσύνην᾽ φοβούμενοι γὰρ ἑτέρων ἡδονῶν 15 στερηϑῆναι καὶ ἐπιϑυμοῦντες ἐκείνων, ἄλλων ἀπέ- χονται ὑπ’ ἄλλων κρατούμενοι. καίτοι καλοῦσί γε ἀκολασίαν τὸ ὑπὸ τῶν ἡδονῶν ἄρχεσϑαι" ἀλλ᾽ ὅμως συμβαίνει αὐτοῖς κρατουμένοις ὑφ᾽ ἡδονῶν κρατεῖν ἄλλων ἡδονῶν. τοῦτο δ᾽ ὕμοιόν ἐστιν ὃ νῦν δὴ 20 ἔλεγον, τρόπον τινὰ δι’ ἀκολασίαν αὐτοὺς σεσωφρο- νέσϑαι. οὐ τοίνυν αὕτη ἐστὶν ἡ ὀρϑὴ πρὸς ἀρετὴν ἀλλαγή, ἡδονὰς πρὸς ἡδονὰς καὶ λύπας πρὸς λύπας καὶ φόβον πρὸς φόβον καταλλάττεσϑαι. μείζω πρὸς ἐλάττω, ὥσπερ νομίσματα, ἀλλ᾽ ἡ ἐκεῖνο μόνον τὸ 35 νόμισμα ὀρϑόν, ἀντὶ οὗ δεῖ πάντα ταῦτα καταλλάτ-.
τεσϑαι, φρόνησις, καὶ τούτου μὲν πάντα καὶ μετὰ τούτου ὠνούμενά τε καὶ πιπρασκόμενα τῷ ὄντι T) καὶ ἀνδρεία καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ συλλήβδην ἀληϑὴς ἀρετὴ μετὰ φρονήσεως, καὶ προσγινομένων 11 εἶσι (sic) pr., corr. εἶναι | 19 ἄλλων] sic || fort. τούτῳ, at cf. P nbi ᾧ νῦν δὴ ἐλέγετο, τῷ κτλ. || 20 Z2ey8" | 24 et 27 ἢ] ἢ et ἡ.
PROTREPTICUS (c. XIII). 61 καὶ ἀπογιγνομένων καὶ ἡδονῶν καὶ φόβων καὶ τῶν ἄλλων πάντων τῶν τοιούτων᾽ χωριξόμενα δὲ φρονή- σεως καὶ ἀλλαττόμενα ἀντὶ ἀλλήλων σκιαγραφία τίς ἐστιν ἡ τοιαύτη ἀρετὴ καὶ τῷ ὄντι ἀνδραποδώδης τε καὶ οὐδὲν ὑγιὲς οὐδὲ ἀληϑὲς ἔχει, τὸ δὲ ἀληϑὲς τῷ 5 ὄντι ἐστὶ κάϑαρσίς τις τῶν τοιούτων πάντων, καὶ ἡ σωφροσύνη καὶ ἡ δικαιοσύνη καὶ ἡ ἀνδρεία καὶ αὐτὴ ἡ φρόνησις μὴ καϑαρμός τις ἧ. καὶ κινδυνεύουσι καὶ οἱ τὰς τελετὰς ἡμῖν οὗτοι καταστήσαντες οὐ φαῦλοι εἶναι, ἀλλὰ τῷ ὄντι πάλαι αἰνίττεσϑαι ὅτι ὃς ἂν ἀμύητος ἢ ἀτέλεστος εἰς “Ἄιδου ἀφίκηται, ἐν βορβόρῳ κείδεται, ὁ δὲ κεχκαϑαρμένος vs καὶ τετελεσμένος ἐκεῖσε ἀφικό- μενος μετὰ ϑεῶν οἰκήσει. εἰσὶ γὰρ δή, φασὶν οἱ περὶ τὰς τελετάς, “ναρϑηκοφόροι μὲν πολλοί, βάκχοι δέ τε παῦροι᾽, οὗτοι δ᾽ εἰσὶ κατὰ τὴν ἐμὴν δόξαν οὐκ ἄλλοι ἢ of πεφιλοδοφηκότες. εἰ τοίνυν καὶ ἀρετὴν τελείαν . καὶ κάϑαρσιν τῆς ψυχῆς φιλοσοφία μόνη παρέχειν πέφυκε, μόνης αὐτῆς ἀντιλαμβάνεσϑαι ἄξιον. εἰς γὰρ ϑεῶν γένος μὴ φιλοσοφήδαντι καὶ παντελῶς καϑαρῷ ἀπιόντι οὐ ϑέμις ἀφικνεῖσϑαι ἄλλῳ ἢ τῷ φιλομαϑεῖ. ἀλλὰ τούτων ἕνεκα οὗ ὀρθῶς φιλόσοφοι ἀπέχονται τῶν κατὰ τὸ σῶμα ἐπιϑυμιῶν ἁπασῶν καὶ καρτεροῦσι καὶ οὐ παραδιδόασιν αὐταῖς αὑτούς, οὐχὶ οἰκοφϑορίαν τὲ καὶ πενίαν φοβούμενοι, ὥσπερ οἱ πολλοὶ καὶ φιλοχρή- ματοι᾿ οὐδὲ αὖ ἀτιμίαν vs καὶ ἀδοξίαν μοχϑηρίας δεδιότες, ὥσπερ οἵ φίλαρχοί τε καὶ οἵ φιλότιμοι, ἔπειτα ἀπέχονται αὐτῶν. τοιγάρτοι τούτοις μὲν ἅπασιν ἐκεῖνοι οἷς τι μέλει τῆς ἑαυτῶν ψυχῆς, ἀλλὰ μὴ σώματι πλάτ- 18. p. 70, 9 Plat. Phaedon. p. 82 B—84 B.
23 avrovg || 28 δώ, quod et σώματα esse potest.
5* 10 68 IAMBLICHI τοντες ξῶσι, χαίρειν εἰπόντες οὐ κατὰ τὰ αὐτὰ πορεύ- 195K. ονται αὐτοῖς, ὡς οὐχ εἰδόσιν ὅπῃ ἔρχονται, αὐτοὶ δὲ ἡγούμενοι οὐ δεῖν ἐναντία τῇ φιλοσοφίᾳ πράττειν καὶ τῇ ἐκείνης λύσει τὲ καὶ καϑαρμῷ ταύτῃ τρέπονται 5 ἐκείνῃ ἑπόμενοι, ἧ ἐκείνη ὑφηγεῖται. γιγνώσκουσι γὰρ οἱ φιλομαϑεῖς ὅτι παραλαβοῦσα αὐτῶν τὴν ψυχὴν ἣ φιλοσοφία ἀτεχνῶς διαδεδεμένην ἐν τῷ σώματι καὶ προσκεκολλημένην, ἀναγκαζομένην δὲ ὥσπερ Óv ἕργ- μοῦ διὰ τούτου σκοπεῖσθαι τὰ ὄντα ἀλλὰ μὴ αὐτὴν 194.
10 δι’ αὑτῆς, καὶ ἐν πάσῃ ἀμαϑίᾳ κυλινδουμένην, καὶ τοῦ ἑργμοῦ τὴν δεινότητα κατιδοῦσα ὅτι δι’ ἐπιϑυμίας ἐστίν, ὡς ἂν μάλιστα αὐτὸς ὃ δεδεμένος ξυλλήπτωρ εἴη τῷ δεδέσϑαι, -- ὅπερ οὖν λέγω, γιγνώσκουσιν oí φιλομαϑεῖς ὅτι οὕτω παραλαβοῦσα ἡ φιλοσοφία 15 ἔχουσαν αὐτῶν τὴν ψυχὴν ἠρέμα παραμυϑεῖται καὶ λύειν ἐπιχειρεῖ, ἐνδεικνυμένη ὅτι ἀπάτης (uiv? μεστὴ ἡ διὰ τῶν ὀμμάτων σκέψις, ἀπάτης δὲ ἡ διὰ τῶν ὥτων καὶ τῶν ἄλλων αἰσϑήσεων, πείϑουσα ὃὲ ἐκ τούτων μὲν ἀναχωρεῖν ὅσον μὴ ἀνάγκη αὐτοῖς χρῆ- 20 ὅϑαι, αὐτὴν δὲ εἰς αὑτὴν ξυλλέγεσϑαι καὶ ἀϑροίξεσϑαι παρακελευομένη, πιστεύειν δὲ μηδενὶ ἄλλῳ ἀλλ᾽ ἢ Ξ.0κ. αὐτὴν αὑτῇ, ὅ τι ἂν νοήσῃ αὐτὴ x«9' αὑτὴν αὐτὸ καϑ' αὑτὸ τῶν ὄντων, ὅ τι δ᾽ ἂν δι’ ἄλλων σκοπῇ ἐν ἄλλοις ὃν ἄλλο, μηδὲν ἡγεῖσϑαι ἀληϑές" εἶναι δὲ 85 τὸ μὲν τοιοῦτον αἰδϑητόν τε καὶ ὁρατόν, ὃ δὲ αὐτὴ ὁρᾷ νοητόν vs καὶ ἀειδές. ταύτῃ οὖν τῇ λύσει οὐκ οἰομένη δεῖν ἐναντιοῦσϑαι 7 τοῦ ὡς ἀληϑῶς φιλο- σόφου ψυχὴ οὕτως ἀπέχεται τῶν ἡδονῶν τε καὶ ἐπι- PROTREPTICUS (c. XIII). 69 ϑυμιῶν καὶ λυπῶν καϑόσον δύναται, λογιξομένη ὅτι, ἐπειδάν τις σφόδρα ἡσϑῇ ἢ λυπηϑῇ ἢ φοβηϑῇ ἢ ἐπι- ϑυμήσῃ, οὐδὲν τοσοῦτον κακὸν ἔπαϑεν ἀπ᾽ αὐτῶν ὡς ἄν τις οἰηϑείη, οἷον ἢ νοσήσας ἤ τι ἀναλώσας διὰ τὰς ἐπιϑυμίας, ἀλλ᾽ ὃ πάντων μέγιστόν τε κακῶν καὶ ἔσχατόν ἐστι, τοῦτο πάσχει καὶ οὐ λογίζεται αὐτό, ὅτι δὴ ψυχὴ παντὸς ἀνθρώπου ἀναγκάξεται ἅμα τε ἡσϑῆναι σφόδρα ἢ λυπηϑῆναι ἐπὶ τούτῳ καὶ ἡγεῖσϑαι, περὶ ὃ ἂν πάσχῃ μάλιστα τοῦτο, τοῦτο ἐναργέστατόν τε εἶναι καὶ ἀληϑέστατον, οὐχ οὕτως ἔχον᾽ ταῦτα δὲ μάλιστα δρατά. οὐκοῦν ἐν τούτῳ τῷ πάϑει μάλιστα καταδεῖται ψυχὴ ὑπὸ σώματος, ἐπεὶ ἑκάστη ἡδονὴ καὶ λύπη ὥσπερ ἧλον ἔχουσα προσηλοῖ αὐτὴν πρὸς τὸ σῶμα καὶ προσπερονᾷ καὶ ποιεῖ σωματοειδῆ, δοξάξουσαν ταῦτα ἀληϑῆ εἶναι ἅπερ ἂν καὶ τὸ σῶμα φῇ. ἐκ γὰρ τοῦ ὁμοδοξεῖν τῷ σώματι καὶ τοῖς αὐτοῖς χαίρειν ἀναγ- κάξεται, οἶμαι, ὁμότροπός τε καὶ ὁμότροφος γίγνεσϑαι καὶ οἵα μηδέποτε εἰς iov καϑαρῶς ἀφικέσϑαι, ἀλλ᾽ ἀεὶ ἀναπλέα τοῦ σώματος ἐξιέναι, ὥστε ταχὺ πάλιν οι πίπτειν εἰς ἄλλο σῶμα καὶ ὥσπερ σπειρομένη [μὴ] 30 . ἐμφύεσϑαι, καὶ ἐκ τούτων ἄμοιρος εἶναι τῆς τοῦ ϑείου ve καὶ καϑαροῦ καὶ μονοειδοῦς συνουσίας. τούτων τοίνυν ἕνεκα οἱ δικαίως φιλομαϑεῖς κόσμιοί εἰσι καὶ ἀνδρεῖοι, οὐχ ὧν οἵ πολλοὶ ἕνεκά φασιν. ἀλλ᾽ οὕτω λογίδαιτ᾽ ἂν ψυχὴ ἀνδρὸς φιλοσόφου, καὶ οὐκ ἂν 5 οἰηϑείη τὴν μὲν φιλοσοφίαν χρῆναι ἑαυτὴν λύειν, λυούσης δὲ ἐκείνης αὑτὴν παραδιδόναι ταῖς ἡδοναῖς 1 λυπῶν καὶ φόβων P || 4 ἢ τί! 6 o9 λογίζεται PK: συλλο- γίξεται | 8 ἐπί vo P | 10 τοιαῦτα δὲ (non τε) Scaliger || 11 τὰ ὁρατά Heindorf. | 12 ἐπεὶ ἑκάστη ἡδονὴ scripsit Κα: ἐπὶ ἑκάστη ἡδονῆ | 20 μὴ delevit K 27 αὑτὴν] sic.
το IAMBLICHI το IAMBLICHI καὶ λύπαις ἑαυτὴν πάλιν αὖ ἐγκαταδεῖν καὶ ἀνήνυτον ok. ἔργον πράττειν, Πενελόπης τινὰ ἐναντίως ἱστὸν μετα- χειριξομένης" ἀλλὰ γαλήνην τούτων παραδκευάξουδα, ἑπομένη τῷ λογισμῷ καὶ ἀεὶ ἐν τούτῳ οὖσα, τὸ ἀληϑὲς δ καὶ τὸ ϑεῖον καὶ τὸ ἀδόξαστον ϑεωμένη καὶ ὑπ᾽ ἐκείνου τρεφομένη, ξῆν τε οἴεται οὕτω δεῖν ἕως ἂν ξῆῇ, καὶ ἐπειδὰν τελευτήσῃ εἰς τὸ ξυγγενὲς καὶ εἰς τὸ τοιοῦτον ἀφικομένη ἀπηλλάχϑαι τῶν ἀνϑρωπίνων κακῶν. ἐκ δὴ τῆς τοιαύτης ἐφόδου φαίνεται ἡμῖν 10 φιλοσοφία ἀπαλλαγὴν τῶν ἀνθρωπίνων δεσμῶν παρ- ἔχειν καὶ λύσιν τῆς γενέδεως καὶ περιαγωγὴν ἐπὶ τὸ ὃν καὶ γνῶσιν τῆς ὄντως ἀληϑείας καὶ κάϑαρσιν ταῖς ψυχαῖς. εἰ δὲ ἐν τούτῳ μάλιστά ἐστιν ἡ ὄντως εὐδαι- μονία, σπουδαστέον περὶ αὐτήν. εἴπερ ὄντως βουλό- 15 μεϑα μακάριοι εἶναι. ᾿4λλὰ μὴν καὶ τόδε διανοηϑῆναι ἄξιον, ὅτι εἴπερ 88 a. ἡ ψυχὴ ἀϑάνατος, ἐπιμελείας δὴ δεῖται οὐχ ὑπὲρ τοῦ χρόνου μόνου τούτου ἐν ᾧ καλοῦμεν τὸ ξῆν, ἀλλ᾽ ὑπὲρ τοῦ παντός, καὶ Ó κίνδυνος νῦν δὴ καὶ δόξειεν 20 ὃν δεινὸς εἶναι, εἴ τις αὐτῆς ἀμελήσει. εἰ μὲν γὰρ ἦν ὃ ϑάνατος τοῦ παντὸς ἀπαλλαγή, ἕρμαιον ἂν ἦν 306 Κ. τοῖς κακοῖς ἀποθανοῦσι τοῦ τε σώματος ἅμα ἀπηλ- λάχϑαι καὶ τῆς αὑτῶν κακίας μετὰ τῆς ψυχῆς" νῦν δὲ ἐπειδὴ ἀϑάνατος φαίνεται οὖσα, οὐδεμία ἂν εἴη 95 αὐτῇ ἄλλη ἀποφυγὴ κακῶν οὐδὲ σωτηρία πλὴν τοῦ ὡς βελτίστην τε καὶ φρονιμωτάτην γενέσϑαι. οὐδὲν γὰρ ἄλλο ἔχουσα εἰς “Ανδου ἡ ψυχὴ ἔρχεται πλὴν τῆς παιδείας τε καὶ τροφῆς. ἃ δὴ καὶ λέγεται μέγιστα ὠφελεῖν ἢ βλάπτειν τὸν τελευτήσαντα εὐθὺς ἐν ἀρχῇ — PROTREPTICUS (c. XIII). {1 τῆς ἐκεῖδε πορείας. ἡ μὲν γὰρ ἀμείνων ψυχὴ μετὰ ϑεῶν οἰκεῖ καὶ περιπορεύεται κατ᾽ οὐρανὸν βελτίονός τε λήξεως τυγχάνει, ἡ δὲ ἀδίκων ἔργων ἁψαμένη καὶ ἀνοσιουργίας πλησϑεῖσα καὶ ἀσεβείας εἰς τὰ ὑπὸ γῆν δικαιωτήρια ἐλθοῦσα δίκης τῆς προσηκούσης μεταλαγ- 5 χάνει. ὧν δὴ ἕνεκα χρὴ πᾶν ποιεῖν, ὥστε ἀρετῆς καὶ φρονήσεως ἐν τῷ βίῳ μετασχεῖν" καλὸν γὰρ τὸ ἄϑλον καὶ ἡ ἐλπὶς μεγάλη. καὶ τούτων δὴ ἕνεκα ϑαρρεῖν χρὴ περὶ τῇ ἑαυτοῦ ψυχῇ ἄνδρα, ὅστις ἐν τῷ βίῳ τὰς μὲν ἄλλας ἡδονὰς τὰς περὶ τὸ σῶμα καὶ τοὺς κόσμους εἴαδε χαίρειν, ὡς ἀλλοτρίους τε ὄντας καὶ πλέον ϑάτερον ἡγησάμενος ἀπεργάξεσϑαι, τὰς δὲ περὶ τὸ μανϑάνειν ἐσπούδασέ τε καὶ κοσμήσας τὴν ψυχὴν οὐκ ἀλλοτρίῳ ἀλλὰ τῷ ἕαυτῆς κόσμῳ, σωφροσύνῃ τε καὶ δικαιοσύνῃ καὶ ἀνδρείᾳ καὶ ἐλευϑερίᾳ καὶ ἀληϑείᾳ, οὕτω περι- 15 μένει τὴν εἰς “Αϊιδου πορείαν, ὡς πορευσόμενος ὅταν ἡ εἰμαρμένη καλῇ. τούτων δὴ οὖν οὕτως ἐχόντων οὐ χρημάτων δεῖ ἐπιμελεῖσθαι ὅπως ἔσται ὡς πλεῖστα, οὐδὲ δόξης καὶ τιμῆς, ἀλλὰ φρονήσεως καὶ ἀληϑείας καὶ τῆς ψυχῆς, ὅπως ὡς βελτίστη ἔσται. οὐ γὰρ δεῖ 30 τὰ πλείστου ἄξια περὶ ἐλαχίστου ποιεῖσϑαι, τὰ δὲ φαυλότερα περὶ πλείονος. οὔτε σωμάτων οὖν ἐπι- μελεῖσϑαι οὔτε χρημάτων δεῖ πρότερον, οὐδὲ οὕτως σφόδρα ὡς τῆς ψυχῆς, ὅπως ὡς ἀρίστη ἔσται" οὐ γὰρ ἐκ χρημάτων ἀρετὴ γίγνεται, ἀλλ᾽ ἐξ ἀρετῆς χρήματα 56 καὶ τἄλλα ἀγαϑὰ τοῖς ἀνθρώποις πάντα καὶ ἰδία καὶ μ᾿ 0 8. ὅ ἡ δὲ ἀδίκων — μεταλαγχάνει] cf. Plat. Phaedr. p | at. apol.
17 καλῇ (ex P) Scaliger: καλεῖ, 12 IAMBLICHI δημοσίᾳ. ἕν τι οὖν τοῦτο διανοεῖσϑαι δεῖ ἀληϑές, ὅτι οὐκ ἔσται ἀνδρὶ ἀγαϑῷ κακὸν οὐδὲν οὔτε ξῶντι οὔτε τελευτήσαντι, οὐδὲ ἀμελεῖται ὑπὸ ϑεῶν τὰ τούτου 8: Α. πράγματα, ὥστε εἰς ἑαυτὸν διανηρτῆσϑαι πάντα τὰ 10k.
5 ἀγαϑὰ τὰ εἰς εὐδαιμονέαν φέροντα, καὶ ὃ τούτου ἐγγύτατα παρεσκευασμένος οὗτος ἂν μάλιστα μακαριώ- τατος διαξήσειεν. τοιαῦται ἔστωσαν καὶ αἱ ἀπὸ τού- τῶν ἐπὶ τὴν εἰς φιλοσοφίαν προτροπὴν ἔφοδοι.
XIV. Δεῖ δὲ καὶ ἀπὸ τοῦ βίου τῶν κορυ- 10 φαίων ἐν φιλοσοφίᾳ ἀνδρῶν ἑπομένως ταῖς Πυϑα- γόρου ὑποϑήκαις ποιήσασϑαι τὴν προτροπήν. οἵ γὰρ τοιοῦτοί που ἐκ νέων πρῶτον μὲν εἰς ἀγορὰν οὐκ ἴσασι τὴν ὁδόν, οὐδὲ ὅπου δικαστήριον ἢ βουλευ- τήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον, vó- 15 μους δὲ καὶ ψηφίσματα λεγόμενα ἢ γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσι᾽ σπουδαὶ δὲ ἑταιρειῶν ἐπ’ ἀρ- χὰς καὶ σύνοδοι καὶ δεῖπνα καὶ σὺν αὐλητρίσι κῶμοι, οὐδὲ ὄναρ πράττειν προσίσταται αὐτοῖς. εὖ δὲ ἢ κακῶς τις γέγονεν ἐν πόλει, ἢ τί τῷ κακόν ἐστιν ἐκ προ- 30 γόνων γεγονὸς ἢ πρὸς ἀνδρῶν ἢ γυναικῶν, μᾶλλον αὐτὸν λέληϑεν ἢ οἱ τῆς ϑαλάττης λεγόμενοι χόες. 312 Ἑ. καὶ ταῦτα πάντα οὐδ᾽ ὅτι οὐκ οἶδεν, οἶδεν" οὐδὲ γὰρ αὐτῶν ἀπέχεται τοῦ εὐδοκιμεῖν χάριν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ καὶ ἐπι- 35 δημεῖ, ἡ δὲ διάνοια, ταῦτα πάντα ἡγησαμένη σμικρὰ 4 δὴ ἀνηρτῆσθαι I b τοῦ | 18 sq. εὖ δὲ ἢ κακῶς τίς (super- ΒΟΥ. τι) γέγονεν ἐν πόλει ἡ τί τὸ κακόν (superscr. τίς τῶν κα- κῶν) ἐστιν ἐκ προγόνων γεγονὼς (sic); cf. P.
PROTREPTICUS (c. XIII. XIV). 19 καὶ οὐδέν, ἀτιμάσαδα πανταχῇ πέτεται κατὰ Πίνδαρον τά tt γᾶς ὑπένερϑε καὶ τὰ ἐπίπεδα γεωμετροῦσα, οὐρανοῦ τε ὕπερ ἀστρονομοῦσα καὶ πᾶσαν πάντῃ φύσιν ἐρευνωμένη τῶν ὄντων ἑκάστου ὅλου, εἰς τῶν ἐγγὺς οὐδὲν ἑαυτὴν συγκαϑιεῖδα. ὥσπερ δὴ καὶ Θαλῆν δ